ἐκφοβῶν, μέχρι τῆς θέας ἐλύπει· οἱ γὰρ πλεῖστοι τὸ εἶδος αὐτοῦ πεφρικότες τῶν πονηρῶν ἀπείχοντο πράξεων. Καὶ ἦν ἐντεῦθεν προπύρ γιον ὡς ἀληθῶς τοῦ βασιλέως καὶ ἀδελφός· οὔτε γὰρ ἡμέρας, οὔτε νυκτὸς τῶν φροντίδων ἀνεῖτο, ἀλλὰ καὶ χαρίτων ἔστιν οὗ πληρούμενος, καὶ συμποσίοις παραγινόμενος, τελεταῖς τε καὶ πανηγύρεσιν, τῆς καθηκούσης οὐκ ἠμέλει σπουδῆς· ἐλάνθανέ τε τοῦτον τῶν πάντων οὐδὲν, ἀλλ' οὐδὲ ὁ λαθεῖν βουλόμενος ἦν, παντὸς ἐπτηχότος καὶ τὴν ἐκείνου πεφοβη μένου ἐπιστασίαν· ἀωρὶ γὰρ τῶν νυκτῶν ἀθρόον ἐξιππαζό μενος πᾶν ὁτιοῦν μέρος διηρευνᾶτο τῆς Πόλεως, ἀστραπῆς δίκην πᾶν ὁμοῦ διϊὼν τὸ οἰκούμενον. Τὸ γοῦν ἀόριστον αὐτοῦ τῆς ἐπιστασίας ὑποπτεύοντες ἅπαντες κατείχοντό τε καὶ συνεστέλλοντο, καὶ καθ' ἑαυτὸν ἕκαστος διεβίου, τῶν πρὸς ἀλλήλους συλλόγων ἀνῃρημένων. 4.13 Ἃ μὲν οὖν ἄν τις αὐτοῦ ἐπαινεῖν ἔχοι τοιαῦτα, τὰ δ' ἀντιθέτως ἔχοντα· ποικίλος ἦν τὴν ψυχὴν καὶ πρὸς πᾶσαν ἰδέαν τῶν ὁμιλούντων μεθαρμοζόμενος, καὶ ἐν τῷ αὐτῷ καιρῷ πολυειδὴς τὴν γνώμην φαινόμενος, καὶ ἑκάστου τῶν προσιόντων αὐτῷ πόρρωθεν καθαπτόμενος, ἐπεὶ δὲ πλη σιάσειεν, ὡς νῦν πρώτως ἰδὼν εὐνοϊκώτερον προσιέμενος· κἄν τις αὐτῷ τι προσαγγείλαι νεώτερον καὶ οἷον σώζειν τὴν βασιλείαν δυνάμενον, ἵνα μηδὲν ἀνταμείψοιτο, πάλαι τοῦτο ἐγνωκέναι προσεποιεῖτο, καὶ τῆς βραδυτῆτος τὸν εἰρηκότα ἐμέμφετο· καὶ ὁ μὲν ἀπῄει κατῃσχυμμένος, ὁ δὲ πρὸς τὴν ὑπόθεσιν διανίστατο καὶ τὸ ἐπιφυόμενον ἴσως κακὸν κολάζων ἐξέκοπτεν. Ἐβούλετο μὲν οὖν μεγαλοπρεπέστερον διαζῆν καὶ βασιλικώτερον τῶν πραγμάτων ἀντέχεσθαι, ἀντεῖχε δὲ ὅμως πρὸς τοῦτο τὸ ἔμφυτον ἦθος, καὶ ἡ φύσις, ἵν' οὕτως εἴπω, τὴν πρώτην οὐκ ἀπερρίπτει λιχνείαν· διὰ ταῦτα ἅπαξ εἰς πόσιν κατενεχθεὶς (ἥττητο γὰρ δὴ τοῦτο τὸ μέρος), εὐθὺς εἰς πᾶσαν ἀσχημοσύνην ἐξεκυλίετο· ἐπελανθάνετο μὲν οὐδ' οὕτω τῶν περὶ τὴν βασιλείαν φροντίδων, κεχάλαστο δ' ὅμως τὸ βλοσυρὸν τῷ θηρὶ καὶ τὸ ἐπισκύνιον οὐδαμοῦ. 4.14 Ἐγὼ γοῦν πολλάκις αὐτῷ παρεντυχὼν συμποσιά ζοντι ἐθαύμαζον ὅπως τοιοῦτος ἀνὴρ, μέθης ἥττων καὶ γέλωτος, τὸν Ῥωμαϊκὸν ἐπιπεφόρτισται ἄξονα· διήθρει μεθύων ὁπόσα σχηματίζοιτο ἕκαστος τῶν συμπινόντων, καὶ ὥσπερ ἐπ' αὐτοφώρῳ τούτους εἰλημμένους ἔχων εἰς εὐθύνας ὕστερον καθίστη καὶ τῶν πραχθέντων παρὰ τὸν πότον ἢ λεχθέντων ἀνέκρινεν· ὅθεν μᾶλλον αὐτὸν μεθύοντα ἢ νή φοντα ἐδεδοίκεσαν. Καὶ ἦν παμμιγές τι χρῆμα ὁ ἄνθρωπος· μοναδικὸν πάλαι σχῆμα ἐπενδυθεὶς, τῆς μὲν περὶ τοῦτο εὐσχημοσύνης οὐδ' ἐν ὀνείρασιν ἐπεμέλετο, ὑπεκρίνετο δὲ ὅμως εἴ τι καθῆκον τῷ σχήματι νενομοθέτητο ἄνωθεν, καὶ τῶν ἀκολάστως βιούντων κατωλιγώρει παντάπασιν· εἰ δέ τις εὐσχήμονα ζωὴν ἕλοιτο, ἢ ἐλευθεριώτερον ἐν ἀρεταῖς ἔζη, ἢ τῷ ἔξωθεν λόγῳ τὴν ψυχὴν κεκόσμητο, πᾶσιν ὁμοίως ἀντέκειτο καὶ ἑκάστῳ τι ποιῶν ἠχρείου τὸ σπουδαζόμενον. Πρὸς μὲν τοὺς ἄλλους οὕτως εἶχεν ἀτόπως, πρὸς δέ γε τὸν βασιλέα καὶ ἀδελφὸν μίαν καὶ τὴν αὐτὴν διάθεσιν ἔσῳζεν, οὐκ ἐξαλλάττων, οὐδὲ μεταβαλλόμενος, ἀλλὰ διασῴζων αὐτῷ τοῦ ἤθους τὴν ὁμοιότητα. 4.15 Πέντε δὲ ὄντων ἀδελφῶν τῶν ξυμπάντων, ὁ μὲν αὐτοκράτωρ Μιχαὴλ ὥσπερ ἀντίθετος πρὸς τὰς ἐκείνων γνώμας ἐτύγχανεν ὢν, ὁ δέ γε Ἰωάννης ἐκτομίας, περὶ οὗ τὸν λόγον πεποίημαι, τὰ δευτερεῖα μὲν εἶχεν τῆς πρὸς τὸν αὐτοκράτορα ἀρετῆς, πρὸς δὲ τοὺς λοιποὺς ἀξύμβλητος καὶ αὐτὸς ἦν· ὥστε, ἵνα τὸν λόγον ἐπανορθώσωμαι, τὸ ἀντίθετον τῆς τοῦ αὐτοκράτορος ἕξεως πρὸς τοὺς τρεῖς τῶν ἀδελφῶν ἐτύγχανεν ὤν· συγκρινόμενος δὲ πρὸς ἐκεῖνον ὁ Ἰωάννης, τὸ μὲν ἔλαττον εἶχε παρὰ πολὺ, ὁμοιότητας δ' οὖν ὅμως πρὸς ἐκεῖνον ἀπέφαινε· καὶ οὐδ' αὐτῷ μὲν ἤρεσκεν ἡ πονη ρία τῶν ἀδελφῶν, φιλαδελφότατος δὲ εἴ τις ἄλλος τῶν πάντων γενόμενος, εἰς εὐθύνας μὲν