1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

26

καὶ ἀπειλῶν αὐτοῖς ὁ λόγος ἃ πείσονται μετ' ἐκεῖνά φησιν· «Καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει κύριος ὁ θεός σου, οὐ μὴ πατάξω ὑμᾶς εἰς συντέλειαν.» Εἰ δὲ ταῦτα μάλιστα φθάνει καὶ ἐπὶ τὰς μελλούσας κολάσεις <ζητήσεις>· εἰ μή, ὁ δυνάμενος ἀπὸ τῶν ἐν τῷ βίῳ συμβεβηκότων περὶ τὸν λαὸν μεταβάτω καὶ ἐπ' ἐκείνας· ἐγὼ γὰρ πειθόμενος εἴποιμι, ὅτι ὡς «ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων», οὕτως ὑποδείγματι καὶ σκιᾷ τῶν ἀληθινῶν κολάσεων ἐκολάσθη ὁ λαὸς ἐκεῖνος ἐπὶ τοῖς ἁμαρτήμασιν ἑαυτῶν, ὡς εἶναι πᾶσαν κόλασιν τὴν κατὰ <τὸν> νόμον καὶ τοὺς προφήτας ἀναγεγραμμένην περὶ τὸν λαὸν περιέχουσαν σκιὰν κολάσεων ἀληθινῶν. Εἴπερ οὖν ἐκείνοις συντέλεια ἐπὶ ταῖς ἁμαρτίαις οὐ γέγο νεν, ἀλλ' ἐπὶ τέλει ποτέ, οὕτω μήποτε ἔσται καὶ μετὰ τὴν ἔξοδον ἐπὶ τοὺς ἡμαρτηκότας κόλασις· συντέλεια δὲ ἐπὶ τὴν Ἱερουσαλήμ, ὅτε ἡ αἰχμαλωσία ἐστὶν ἡ Ναβουχοδο νόσωρ. Καίτοιγε ἐρεῖ τις ὅτι οὐδὲ τότε συντέλεια, ἀλλ' οὐδ' ἐπὶ τοῖς Μακκαβαϊκοῖς, ἀλλὰ συντέλεια τῷ λαῷ ἐπὶ τῆς τοῦ κυρίου μου Ἰησοῦ Χριστοῦ παρουσίας· ὅσον γὰρ οὐκ ἔλεγεν αὐτοῖς ὁ σωτήρ· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν», οὐκ ἠφίετο· ὅτε δὲ ἔκλαυσεν ἐπὶ τὴν Ἱερουσαλὴμ λέγων· «Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ τοὺς προφήτας ἀποκτείνουσα καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον <ὄρνις> ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας αὐτῆς, καὶ οὐκ ἠθελήσατε; ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος», ἀφεῖται ὁ οἶκος, κεκύκλωται «ὑπὸ στρατοπέδων Ἱερου σαλὴμ» ὡς ἀφεθέντος τοῦ οἴκου καὶ «ἤγγισεν ἡ ἐρή μωσις αὐτῆς»· εἶτα μετὰ τὸ ἐκείνων παράπτωμα ἦλθεν «ἡ σωτηρία» ἡμῖν «τοῖς ἔθνεσιν». Ἐκολάζοντο οὖν ἐκεῖνοι, καὶ συντέλεια οὐκ ἔφθανεν ἐπ' 7.2 αὐτοὺς ἕως τῆς τοῦ κυρίου Ἰησοῦ μου ἐπιδημίας· σκοπῶ δὲ μήποτε καὶ περὶ ἡμᾶς τοιαῦτά ἐστιν, καὶ κολάσεις τινὲς γίνονται, ὥστε τούσδε μὲν μὴ πεῖραν ἔχειν δευτέρων κολά σεων ἀλλὰ ἀρκεσθῆναι ταῖς προτέραις, ἄλλους δὲ ἥκειν καὶ ἐπὶ τὰς δευτέρας, οὐ μὴν καὶ ἐπὶ τὰς τρίτας, ἄλλους δὲ ἐλεύσεσθαι καὶ ἐπὶ τὰς τετάρτας. Τὸ γὰρ «προσθήσω πληγὰς ἑπτὰ» ὁτίποτε μυστήριον δηλοῖ μιᾶς πληγῆς γινομένης καὶ δευτέρας καὶ τρίτης μέχρι τῶν εἰρημένων ἑπτὰ ἐπί τινας· οὐ πάντες δὲ ἑπτὰ πληγὰς πλήσσονται, ἀλλ' οἶμαί τινας πληγήσεσθαι πληγὰς ἕξ, ἄλλους πέντε, ἄλλους τέσσαρας, ἄλλους τρεῖς <ἢ> δύο, τοὺς δὲ πάντων ὑποδεεστέρους ἐν κολάσεσιν πληγὴν νομίζω πληγήσεσθαι μίαν. Οἶδεν οὖν ὁ θεὸς καὶ τὰ περὶ τῶν πληγῶν, διὸ γέγραπται ἐνθάδε κατὰ τὴν ἀρχὴν τοῦ ἀναγνώσματος· «Καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις», ταῖς περὶ τῶν εἰρημένων, «οὐ μὴ ποιήσω ὑμᾶς εἰς συντέλειαν»· ἀλλ' οὐκ ἐν ταῖς ἡμέραις ἐκείναις συντέλεια· εἰσὶν γάρ τινες ἡμέραι, ὅτε ποιήσει 7.3 οὓς ποιήσει <εἰς> συντέλειαν. «Καὶ ἔσται ὅταν εἴπητε· τίνος ἕνεκεν ἐποίησεν κύριος ὁ θεὸς ἡμῖν ἅπαντα τὰ κακὰ ταῦτα; καὶ ἐρεῖς αὐτοῖς· ἀνθ' ὧν ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοῖς ἑτέροις ἐν τῇ γῇ ὑμῶν, οὕτως δουλεύ σετε ἐν γῇ οὐχ ὑμῶν.» Τὸ ῥητὸν νοηθήτω, καὶ ἀρκεῖ ἐπὶ τοῦ παρόντος τὴν ὑπόμνησιν τοῖς ἀκούειν δυναμένοις ἐκ τοῦ ῥητοῦ παραστῆσαι. Οὐκοῦν οἱ υἱοὶ Ἰσραὴλ τὴν ἁγίαν γῆν, τὸν ναὸν εἶχον, τὸν οἶκον τῆς προσευχῆς. Ἔδει αὐτοὺς λατρεύειν τῷ θεῷ, παραβαίνοντες δὲ τὰς θείας ἐντολὰς καὶ εἰδωλολάτρουν καὶ τὰ εἴδωλα παρελάμβανον ∆αμασκοῦ, ὡς γέγραπται ἐν ταῖς Βασιλείαις, καὶ ἄλλα εἴδωλα ἀνελάμβανον τῶν ἐθνῶν εἰς τὴν ἁγίαν γῆν. ∆ι' ὧν παρελάμβανον τῶν ἐθνῶν εἰδώλων, ἀξίους ἑαυτοὺς ἐποίουν καταβληθῆναι εἰς τὴν τῶν εἰδώλων γῆν, καταγενέσθαι ἐκεῖ, ὅπου προσεκύνουν τὰ εἴδωλα. Φησὶν οὖν ὁ λόγος αὐτοῖς κατὰ τὸ ῥητόν· «Ἀνθ' ὧν ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοῖς ἀλλοτρίοις ἐν τῇ γῇ ὑμῶν, οὕτως δουλεύσετε θεοῖς ἀλλοτρίοις ἐν γῇ οὐχ ὑμῶν»· πᾶς δὲ ὁ θεοποιῶν τι δουλεύει θεοῖς ἀλλοτρίοις. Ἐκθειάζεις τὰ βρώματα καὶ τὰ πόματα; «Θεός» σού ἐστιν «ἡ κοιλία». Τιμᾷς τὸ ἀργύριον ὡς μέγα ἀγαθὸν καὶ τὸν πλοῦτον τὸν κάτω; θεός σού ἐστιν ὁ Μαμωνᾶς καὶ κύριος. Ἰησοῦς γὰρ αὐτὸν εἶπεν κύριον τῶν φιλαργύρων φάσκων· «Οὐ δύνασθε θεῷ δουλεύειν καὶ Μαμωνᾷ· οὐδεὶς δύναται