ἐκείνους καθιστᾶν ὧν ἐπεπράγεισαν οὐκ ἐβούλετο, περικαλύπτων δὲ τὰς ἀδίκους αὐτῶν πράξεις, ἐλευθερίαν ἔτι μᾶλλον ταῖς γνώμαις αὐτῶν ἐμνηστεύετο, ὡς οὐκ ἂν γνωσθησομένων τῷ αὐτοκράτορι. 4.16 Τὰ μὲν οὖν περὶ τῶν ἀδελφῶν ἐν τοσούτῳ κείσθω, ὁ δὲ λόγος εἰς τὸν βασιλέα ἐπαναγέσθω. Οὗτος γοῦν, ἄχρι τινὸς διάθεσίν τινα χρηστοτάτην τῇ βασιλίδι διαφυλάξας, ταχὺ μεταβάλλεται· ὑποπτεύει γὰρ ταύτην, οἴκοθεν ἔχων τῆς ὑποψίας τὰς ἀφορμὰς, καὶ μετατίθησιν αὐτῇ τῆς ἐλευ θερίας τὸ σχῆμα· τῶν τε γὰρ συνήθων προόδων ἀπεῖρξε, καὶ τὴν γυναικωνῖτιν αὐτῇ περιέφραξεν, οὐδενὶ διδοὺς εἰς αὐτὴν πάροδον, εἰ μὴ ὁ τὴν φρουρὰν πεπιστευμένος ἐπι τρέψει, δοκιμάσας πρότερον τίς τε εἴη καὶ ὅθεν, καὶ ὅπως πρὸς τὴν βασιλίδα παρεγένετο. Ὁ μὲν οὖν αὐτοκράτωρ τοιαύτην αὐτῇ περιΐστησι τὴν φρουράν· ἡ δὲ ἐδριμύττετο μὲν ἐπὶ τούτοις (καὶ πῶς γὰρ οὐκ εἰκός;), ἀντιδόσεις πολὺ τὸ δυσμενὲς ἐχούσας τῶν χρηστοτέρων ἀντιλαμβάνουσα, ἐπεῖχε δ' οὖν ὅμως, καὶ παρακινεῖν οὐκ ἠξίου τὰ δόξαντα, ἄλλως τε οὐδὲ βουλομένῃ τι ποιεῖν <ἢ> ἀντιπράττειν δύναμίς τις προσῆν, πάσης μὲν ἐστερημένῃ δορυφορίας βασιλικῆς, πᾶσαν δὲ ἀφῃρημένῃ ἰσχύν· ὃ δ' οὖν εἰς γυναικὸς ἀνήκει φύσιν ὀλίγωρον, τὸ μὴ γλῶτταν ἐπέχειν καὶ ἀλύειν ταῖς γνώμαις, τοῦτο ἐκείνη διέδρα· καὶ οὔτε τὸν αὐτοκρά τορα τῆς πρώτης ἀνεμίμνῃσκε φιλίας καὶ πίστεως, οὔτε τοὺς ἀδελφοὺς ἐδυσχέραινεν ἐπικειμένους αὐτῇ καὶ προσ ονειδίζοντας, οὔτε τὸν φυλάττειν ἐκείνην προστεταγμένον πικρῶς ποτε εἶδεν ἢ ἀπεπέμψατο, ἀλλὰ πρὸς ἅπαντας πρᾴως εἶχεν, καὶ ὥσπερ οἱ δεινότατοι τῶν ῥητόρων καὶ τοῖς προσώποις καὶ τοῖς καιροῖς μεθηρμόζετο. 4.17 Κἀκείνη μὲν οὕτως· οἱ δὲ οὐδέν τι μᾶλλον πρὸς τὴν γνώμην τῆς γυναικὸς μετηλλάττοντο, ἀλλ' ἐδεδοίκεσαν αὐτὴν σφόδρα ὥσπερ τινὰ λέαιναν ἐν καιρῷ μεθεικυῖαν τὸ βλοσυρὸν, καὶ παντὶ μὲν ἕρκει, παντὶ δὲ τείχει κατησφαλί ζοντο· οἱ μὲν οὖν ἄλλοι πᾶσιν αὐτὴν ἐτήρουν τοῖς ὄμμασιν, ὁ δέ γε αὐτοκράτωρ κατὰ βραχὺ καὶ τοῦ ὁρᾶν αὐτὴν ὑπεξ ίστατο. Τούτου δὲ πολλὰς ἐπίσταμαι τὰς αἰτίας· οὔτε γὰρ εἶχεν ἔτι ταύτῃ χρᾶσθαι, ἤδη τοῦ ὑπούλου νοσήματος ἐκρα γέντος αὐτῷ (τὴν γὰρ ἕξιν διέφθαρτο, καὶ πονήρως εἶχε τοῦ σώματος), ἔπειτα καὶ αἰδοῖ τὴν ὄψιν κεκάλυπτο, καὶ οὐκ ἦν ὅπως ἀντοφθαλμίσει αὐτῇ, εἰδὼς ὅπως τὴν πρὸς αὐτὴν φιλίαν ἠρνήσατο, καὶ ἀπωμόσατο μὲν τὴν πίστιν, τὰς δὲ συνθήκας ἠθέτησε· καὶ τρίτον, θείοις ἀνδράσι προσομιλήσας περὶ ὧν τοῦ κράτους ἐποιήσατο ἕνεκα, καὶ σωτηριώδεις δεξάμενος ἐντολὰς, πάσης μὲν ἀκολασίας, ἤδη δὲ καὶ τῆς ἐννόμου αὐτῆς ἀπέσχετο μίξεως· πρὸς τούτοις δὲ καὶ ἄλλο τι δεδιὼς οὐ προσέκειτο τῇ βασιλίδι· οὐ γὰρ ἐκ μακρῶν τῶν διαλειμμάτων, ὥσπερ δὴ πρότερον, ἡ τοῦ ἐγκεφάλου αὐτῷ περιτροπὴ προσεγίνετο, ἀλλ' εἴτε τις ἔξωθεν αὐτὴν ἠλλοίου δύναμις εἴτε πάθος ἔνδοθεν περιέτρεπεν, πυκνότερον με τεβάλλετο· καὶ τοὺς μὲν ἄλλους ἐπὶ τῇ περιτροπῇ ταύτῃ ἧττον ᾐσχύνετο, τὴν δὲ βασιλίδα καὶ μάλα ἠρυθρία· καὶ ἐπειδὴ ἀορίστως αὐτὸν τὸ πάθος ἐτάραττε, πόρρω που ἑαυ τὸν ἐποιεῖτο ἐκείνης, ἵνα μὴ ὁρώμενος καταισχύνοιτο. 4.18 ∆ιὰ ταῦτα οὔτε προόδοις ἐχρᾶτο πολλαῖς, οὔτε θαρρούντως ὡμίλει τισίν· ἀλλ' ἐπειδὰν ἢ χρηματίζειν ἐβού λετο, ἢ ἄλλο τι τῶν συνήθων τῷ κράτει ποιεῖν, φοινικίδας ἑκατέρωθεν παραπεταννύντες οἷς ἐπιτηρεῖν αὐτὸν καὶ φυλάττειν ἐπιτέτραπτο, ὁπηνίκα τοῦτον θεάσαιντο ἢ βραχύ τι παρατραπέντα τὸν ὀφθαλμὸν ἢ τὴν κεφαλὴν κατασείσαντα ἢ ὅσοις ἑτέροις σημείοις τὴν πρόοδον τοῦ πάθους ἐχαρα κτήρισαν, αὐτίκα προϊέναι τοὺς εἰσιόντας ἐγκελευσάμενοι, συνέστελλον τὰ παραπετάσματα, καὶ οὕτω περιεῖπον αὐτὸν θαλαμεύσαντα· ὁ δὲ ἔπασχέ τε ἑτοίμως καὶ ἑτοιμότερον αὖθις ἀποκαθίστατο, καὶ οὐδὲν ὅτι μετὰ ταῦτα τοῦ πάθους ἐπεῖχεν αὐτὸν,