1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

27

δυσὶν κυρίοις δουλεύειν.» Οὐκοῦν ὁ τιμῶν τὸ ἀργύριον καὶ θαυμάζων τὸν πλοῦτον καὶ νομίζων ἀγαθὸν αὐτὸν εἶναι καὶ ἀποδεχόμενος τοὺς πλουσίους ὡς θεούς, τοὺς δὲ πένητας ὡς μὴ ἔχοντας τὸν θεὸν αὐτῶν ἐξουθενῶν, οὗτος θεοποιεῖ τὸ ἀργύριον. Ἐάν τις ἐν τῇ γῇ τοῦ θεοῦ, τῇ ἐκκλησίᾳ, τυγχάνων προσκυνήσῃ θεοῖς ἀλλοτρίοις θεο ποιῶν τὰ μὴ θεοποιεῖσθαι ἄξια, ἐκβληθήσεται εἰς γῆν ἀλλο τρίαν καὶ προσκυνείτω τοὺς θεούς, οὓς ἔνδον προσεκύ νησεν γενόμενος· ἔξω φιλάργυρος ἔστω ἀπὸ τῆς ἐκκλησίας ἐκβληθείς, γαστρίμαργος ἔξω ἔστω τῆς ἐκκλησίας γενό μενος. Ταῦτα κατὰ μίαν τροπολογίαν, ἵνα μὴ νῦν περιεργάζω μαι τὰ ὑπὲρ ἐμαυτὸν καὶ περὶ τῆς γῆς, περὶ ἧς εἶπεν ὁ σωτήρ· «Τὸ ἡμέτερον τίς δώσει ὑμῖν;» καὶ ὅτι γενομέ νης προσκυνήσεως ἐν τῇ γῇ τινος οὕτως ὁ θεὸς ᾠκονόμησεν ἐκβληθῆναί τινας ἀπὸ τῆς ἑαυτοῦ καὶ ἐλθεῖν ἐπὶ τὴν γῆν, περὶ ἧς γέγραπται· «Ἄκουε, Ἰσραήλ· τί ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ; συνελογίσθης μετὰ τῶν καταβαινόντων εἰς ᾅδου· ἐγκατέλιπες πηγὴν ζωῆς τὸν κύριον· τῇ ὁδῷ τοῦ θεοῦ εἰ ἐπορεύθης, κατῴκεις ἂν ἐν εἰρήνῃ τὸν αἰῶνα χρό νον.» Νῦν οὖν ἐν γῇ ἀλλοτρίᾳ ἐσμέν, καὶ εὐχόμεθα τὸ ἐναντίον ποιῆσαι, ὡς ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῇ γῇ τῇ ἁγίᾳ· ἐκεῖνοι μὲν γὰρ [τὰ ἀλλότρια] ἐν τῇ γῇ τῇ ἁγίᾳ ἀλλοτρίοις προσεκύνησαν, ἡμεῖς δὲ ἐν ἀλλοτρίᾳ γῇ τὸν ἀλλότριον τῆς γῆς προσκυνοῦμεν θεόν, ἀλλότριον τῶν ἐπὶ γῆς πραγμάτων. Ἄρχει μὲν γὰρ «ὁ ἄρχων τοῦ αἰῶνος τούτου» ἐνθάδε, καὶ ἀλλότριος τῶν υἱῶν αὐτοῦ ἐστιν ὁ θεός· ἀλλότριον δὲ ἂν εἴπω οὐ τοῦτο λέγω· οὐ κτίσαντα τὸν κόσμον, ἀλλὰ ἀλλότριον τοῦ κυρίου τῆς κακίας, ἀλλότριον τῶν παρόντων ἁμαρτημάτων. Καίτοιγε καὶ θέλοντες τὸν ἀλλότριον τῶν τῆς ἁμαρτίας πραγμάτων προσκυνεῖν θεὸν ἐν τῇ γῇ ταύτῃ τῆς κακώσεως, τί ποιοῦμεν ἴδωμεν. Οὐ λέγομεν· «Πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας;» ἀλλά· πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου οὐκ ἐπὶ γῆς ἀλλοτρίας; Τούτου τόπον ζητοῦμεν τοῦ ᾄδειν τὴν ᾠδὴν κυρίου, τόπον τοῦ προσκυνεῖν κύριον τὸν θεὸν ἡμῶν ἐπὶ γῆς ἀλλοτρίας. Τίς οὖν ὁ τόπος; Εὗρον τοῦτον· ἦλθεν ἐπὶ ταύτην φορέσας σῶμα τὸ σῶσαν, ἀναλαβὼν «τὸ σῶμα τὸ τῆς ἁμαρτίας» «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας», ἵν' ἐν τούτῳ τῷ τόπῳ διὰ τὸν ἐπιδημήσαντα Χριστὸν Ἰησοῦν καὶ καταργήσαντα τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου καὶ καταργήσαντα τὴν ἁμαρτίαν, δυνηθῶ προσκυνῆσαι τὸν θεὸν ἐνθάδε καὶ μετὰ τοῦτο προσκυνήσω ἐν τῇ γῇ τῇ ἁγίᾳ. Εἰ γὰρ προ σκυνήσας τις τὰ εἴδωλα ἐν τῇ γῇ τῇ ἁγίᾳ ἀπελήλυθεν εἰς τὴν γῆν τὴν ἀλλοτρίαν, προσκυνήσας τις τὸν θεὸν ἐν τῇ γῇ τῇ ἀλλοτρίᾳ ἀπελεύσεται ἐπὶ τὴν γῆν τὴν ἁγίαν ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. 8.t Εἰς τὸ «κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ» μέχρι τοῦ «ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως». Ὁμιλία ηʹ. 8.1 Τρεῖς οἱονεὶ ἀρετὰς παραλαβὼν ὁ προφήτης τοῦ θεοῦ, <τὴν> ἰσχὺν αὐτοῦ καὶ τὴν σοφίαν αὐτοῦ καὶ τὴν φρόνη σιν αὐτοῦ, ἑκάστῃ αὐτῶν οἰκεῖόν τι ἔργον <ἀπονέμει>, τῇ μὲν ἰσχύϊ τὴν γῆν, τῇ δὲ σοφίᾳ τὴν οἰκουμένην, τῇ δὲ φρο νήσει τὸν οὐρανόν· ἄκουε γὰρ τῆς λέξεως λεγούσης· «Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ὁ ἀνορθώ σας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ ἐν τῇ φρονήσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανόν.» Καὶ ἡμεῖς δὲ πρὸς τὴν ἡμετέραν γῆν-λέλεκται γὰρ πρὸς τὸν Ἀδάμ· «Γῆ εἶ»-χρείαν ἔχομεν τῆς ἰσχύος τοῦ θεοῦ, χωρὶς δὲ τῆς δυνάμεως τοῦ θεοῦ οὐχ οἷοί τέ ἐσμεν ἐπιτελέσαι ταῦτα, ὅσα οὐ κατὰ «τὸ φρόνημά» ἐστιν «τῆς σαρκός»· «νεκρωθέντων δὲ τῶν μελῶν τῶν ἐπὶ τῆς γῆς», ἔσται τὸ κατὰ τὸ βούλημα τοῦ πνεύματος, ἐπεὶ τῷ «πνεύματι αἱ πράξεις τῆς σαρκὸς» κατὰ τὸν ἀπόστολον «θανατοῦν ται». «Κύριος» οὖν «ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ»· ἐὰν δὲ ἔλθῃς καὶ ἐπὶ ταύτην τὴν γῆν, εἰ δύνασαι ἰδεῖν τὸ ἐν τῷ Ἰὼβ γεγραμμένον, ὡς ἐν τοῖς ἀκριβεστέροις ἀντιγρά φοις εὕρομεν, ὅτι ἔστησεν αὐτὴν «ἐπ' οὐδενί», ὄψῃ ὅτι ἰσχύϊ θεοῦ κατὰ τὸ μεσαίτατον κεῖται. Ἔρχομαι καὶ ἐπὶ τὴν οἰκουμένην. Οἶδα ψυχὴν οἰκου μένην, οἶδα ψυχὴν ἔρημον· εἰ γὰρ οὐκ ἔχει τὸν θεόν, <εἰ> οὐκ ἔχει τὸν Χριστὸν τὸν εἰπόντα· «Ἐγὼ καὶ ὁ πατήρ μου ἐλευσόμεθα πρὸς