§26. The moral corruptions of Paganism all admittedly originated with the gods.
Women, for example, used to sit out in old days in the temples of Phœnicia, consecrating to the gods there the hire of their bodies, thinking they propitiated their goddess by fornication, and that they would procure her favour by this. While men, denying their nature, and no longer wishing to be males, put on the guise of women, under the idea that they are thus gratifying and honouring the Mother of their so-called gods. But all live along with the basest, and vie with the worst among themselves, and as Paul said, the holy minister of Christ42 Rom. i. 26.: “For their women changed the natural use into that which is against nature: and likewise also the men, leaving the natural use of the woman, burned in their lust one toward another, men with men working unseemliness.” 2. But acting in this and in like ways, they admit and prove that the life of their so-called gods was of the same kind. For from Zeus they have learned corruption of youth and adultery, from Aphrodite fornication, from Rhea licentiousness, from Ares murders, and from other gods other like things, which the laws punish and from which every sober man turns away. Does it then remain fit to consider them gods who do such things, instead of reckoning them, for the licentiousness of their ways, more irrational than the brutes? Is it fit to consider their worshippers human beings, instead of pitying them as more irrational than the brutes, and more soul-less than inanimate things? For had they considered the intellectual part of their soul they would not have plunged headlong into these things, nor have denied the true God, the Father of Christ.
26 Γυναῖκες γοῦν ἐν εἰδώλοις τῆς Φοινίκης πάλαι προεκαθέζοντο, ἀπαρχόμεναι τοῖς ἐκεῖ θεοῖς ἑαυτῶν τὴν τοῦ σώματος ἑαυτῶν μισθαρνίαν, νομίζουσαι τῇ πορνείᾳ τὴν θεὸν ἑαυτῶν ἱλάσκεσθαι, καὶ εἰς εὐμένειαν ἄγειν αὐτὴν διὰ τούτων. ἄνδρες δέ, τὴν φύσιν ἀρνού μενοι καὶ μηκέτι εἶναι θέλοντες ἄρρενες, τὴν γυναικῶν πλάττονται φύσιν, ὡς ἐκ τούτων καταθύμια καὶ τιμὴν τῇ μητρὶ τῶν παρ' αὐτοῖς λεγομένων θεῶν ποιοῦντες. πάντες δὲ ὁμοῦ τοῖς αἰσχίστοις βιοῦσι, καὶ τοῖς χείροσιν ἑαυτοῖς ἁμιλλῶνται· καὶ ὡς εἶπεν ὁ ἅγιος τοῦ Χριστοῦ διάκονος Παῦλος· Αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλ λαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν. ὁμοίως δὲ καὶ οἱ ἄρρενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρρενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι. ταῦτα δὲ καὶ τὰ τοιαῦτα πράσσοντες, ὁμολογοῦσι καὶ ἐλέγχουσι καὶ τοὺς λεγομένους αὐτῶν θεοὺς τοιοῦτον ἐσχηκέναι τὸν βίον. ἐκ μὲν γὰρ ∆ιὸς τὴν παιδοφθορίαν καὶ τὴν μοιχείαν, ἐκ δὲ Ἀφροδίτης τὴν πορνείαν, καὶ ἐκ μὲν Ῥέας τὴν ἀσέλγειαν, ἐκ δὲ Ἄρεος τοὺς φόνους, καὶ ἐξ ἄλλων ἄλλα τοιαῦτα μεμαθήκασιν, ἃ οἱ νόμοι μὲν κολάζουσι, πᾶς δὲ σώφρων ἀνὴρ ἀποστρέφεται. ἆρ' οὖν ἄξιον ἔτι τούτους νομίζειν εἶναι θεούς, τοὺς τὰ τοιαῦτα ποιοῦντας, καὶ μὴ μᾶλλον τῶν ἀλόγων ἀλογωτέρους ἡγεῖσθαι τούτους διὰ τὴν ἀσέλγειαν τῶν τρόπων; ἆρα ἄξιον τοὺς θρησκεύοντας αὐτοὺς νομίζειν ἀνθρώπους, καὶ μὴ μᾶλλον ὡς ἀλόγων ἀλογωτέρους, καὶ τῶν ἀψύχων ἀψυχοτέρους, οἰκτείρειν; εἰ γὰρ ἐλογίζοντο τῆς ἑαυτῶν ψυχῆς τὸν νοῦν, οὐκ ἂν ἐν τούτοις κατε πεπτώκεισαν ὅλοι πρηνεῖς, καὶ τὸν ἀληθινὸν ἠρνοῦντο τοῦ Χριστοῦ Πατέρα Θεόν.