Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας κατὰ Ἑλλήνων

 1 Ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ὅλων ἀληθείας γνῶσις οὐ τοσοῦτον τῆς παρὰ τῶν ἀνθρώπων διδασκαλίας δεῖται, ὅσον ἀφ' ἑαυτῆς ἔχει τὸ γνώριμον· μ

 2 Ἐξ ἀρχῆς μὲν οὐκ ἦν κακία· οὐδὲ γὰρ οὐδὲ νῦν ἐν τοῖς ἁγίοις ἐστίν, οὐδ' ὅλως κατ' αὐτοὺς ὑπάρχει αὕτη· ἄνθρωποι δὲ ταύτην ὕστερον ἐπινοεῖν ἤρξαντο,

 3 Οὕτω μὲν οὖν ὁ ∆ημιουργός, ὥσπερ εἴρηται, τὸ τῶν ἀνθρώπων γένος κατεσκεύασε, καὶ μένειν ἠθέλησεν· οἱ δὲ ἄνθρωποι, κατο λιγωρήσαντες τῶν κρειττόνων,

 4 Ἀποστᾶσα τῆς τῶν νοητῶν θεωρίας, καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνεργείαις καταχρωμένη, καὶ ἡσθεῖσα τῇ τοῦ σώματος θεωρίᾳ καὶ ἰδοῦσα καλὸν ἑαυτῇ εἶ

 5 Ἀλλὰ τῶν ἀνθρώπων ἡ τόλμα οὐκ εἰς τὸ συμφέρον καὶ πρέπον, ἀλλ' εἰς τὸ δυνατὸν σκοπήσασα, τὰ ἐναντία ποιεῖν ἤρξατο· ὅθεν, καὶ τὰς χεῖρας εἰς τὸ ἐναντ

 6 Ἑλλήνων μὲν οὖν τινες, πλανηθέντες τῆς ὁδοῦ, καὶ τὸν Χριστὸν οὐκ ἐγνωκότες, ἐν ὑποστάσει καὶ καθ' ἑαυτὴν εἶναι τὴν κακίαν ἀπεφήναντο, ἁμαρτάνοντες κ

 7 Ἄλλως τε· καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι· εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστί, τί τὸ ἔργον τοῦ ἀγαθοῦ; φαίνεται γὰρ οὐδὲν πλὴν μόνης τῆς τοῦ δημ

 8 Οὐκ ἀρκεσθεῖσα τῇ τῆς κακίας ἐπινοίᾳ τῶν ἀνθρώπων ἡ ψυχή, κατ' ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτὴν ἐξάγειν ἤρξατο. μαθοῦσα γὰρ διαφορὰς ἡδονῶν καὶ ζωσα

 9 Ἄρτι γὰρ ἀπεπήδησεν ἡ διάνοια τῶν ἀνθρώπων ἀπὸ Θεοῦ, καὶ καταβαίνοντες ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι, πρώτοις οὐρανῷ καὶ ἡλίῳ καὶ σελ

 10 Τοῦτο δὲ τὸ ἔθος οὐ καινόν, οὐδὲ ἀπὸ τῆς Ῥωμαίων ἤρξατο βουλῆς, ἀλλ' ἦν ἄνωθεν προγιγνόμενον καὶ προμελετώμενον ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν. καὶ γὰ

 11 Ταύτας δὲ καὶ τὰς τοιαύτας τῆς εἰδωλομανίας εὑρέσεις ἄνωθεν καὶ πρὸ πολλοῦ προεδίδασκεν ἡ γραφὴ λέγουσα· Ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· εὕρεσις δὲ

 12 Ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημονεύσω διὰ τὸ πλῆθος, τίς ἰδὼν αὐτοῦ τὴν εἰς Σεμέλην καὶ Λήδαν καὶ Ἀλκμήνην καὶ Ἄρτεμιν καὶ Λητὼ καὶ Μαῖαν καὶ Εὐρώπην

 13 Εἶτα προσκυνοῦντες λίθοις καὶ ξύλοις, οὐχ ὁρῶσιν ὅτι τὰ μὲν ὅμοια τοῖς ποσὶ πατοῦσι καὶ καίουσι, τὰ δὲ τούτων μέρη θεοὺς προσ αγορεύουσι· καὶ ἃ πρὸ

 14 Κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστὶ καὶ παρὰ τῆς θείας γραφῆς προδιδασκούσης ἄνωθεν καὶ λεγούσης· Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρύσιον, ἔργα

 15 Εἴθε γάρ, εἴθε κἂν χωρὶς σχήματος αὐτοῖς τοὺς θεοὺς ἔπλαττεν ὁ τεχνίτης, ἵνα μὴ τῆς ἀναισθησίας φανερὸν ἔχωσι τὸν ἔλεγχον. ὑπέκλεψαν γὰρ ἂν τὴν ὑπό

 16 Ἀλλ' ἴσως περὶ τούτων οἱ δυσσεβεῖς ἐπὶ τὴν ἰδιότητα τῶν ποιητῶν καταφεύξονται, λέγοντες τῶν ποιητῶν ἴδιον εἶναι χαρα κτῆρα τὰ μὴ ὄντα πλάττεσθαι κα

 17 Τί οὖν ὑπολείπεται νοεῖν, ἢ ὅτι τὰ μὲν ἐγκώμια ψευδῆ καὶ κεχαρισμένα τυγχάνει, αἱ δὲ πράξεις ἀληθεύονται κατ' αὐτῶν; καὶ τοῦτο ἀληθὲς ἐκ τῆς συνηθε

 18 Τίς οὖν ἀπολογία, τίς ἀπόδειξις περὶ τοῦ εἶναι τούτους θεοὺς γένοιτ' ἂν τοῖς ἐν τούτοις δεισιδαιμονοῦσιν; ἐκ μὲν γὰρ τῶν λεχθέν των μικρῷ πρότερον,

 19 Τίνα γὰρ ἄλλην αὐτοῖς γλύφοντες ἐπιβάλλουσι μορφὴν ἢ τὴν ἀρρένων καὶ γυναικῶν, καὶ τῶν ἔτι κατωτέρω τούτων καὶ ἀλόγων ὄντων τὴν φύσιν πετεινῶν παντ

 20 Εἴποι γὰρ ἄν τις πρὸς αὐτοὺς παρελθὼν ἐπ' ἀληθείᾳ κρινούσῃ· πῶς ἀποκρίνεται ἢ γνωρίζεται Θεὸς διὰ τούτων; πότερον διὰ τὴν περικειμένην αὐτοῖς ὕλην,

 21 Περὶ δὲ τῆς δευτέρας αὐτῶν καὶ βαθυτέρας δῆθεν ἀπολογίας, καὶ ταῦτα ἄν τις ἀκολούθως εἴποι· εἰ οὐ διὰ τὴν αὐτοῦ τοῦ Θεοῦ ἐπι φάνειαν ταῦτα ὑμῖν πεπ

 22 Εἰ μὲν γὰρ ὅτι ἀνθρωπόμορφόν ἐστι τὸ Θεῖον, διὰ τοῦτο οὕτω τετύπωται, διὰ τί καὶ ἀλόγων αὐτῷ τύπους περιτιθέασιν; εἰ δὲ ζώων ἀλόγων ἐστὶν ὁ τούτου

 23 Οὐ μόνον δὲ ἐκ τούτων ἄν τις αὐτῶν τὴν ἀθεότητα καταμάθοι, ἀλλὰ καὶ ἀφ' ὧν ἐν αὐτοῖς τοῖς εἰδώλοις αὐτῶν ἐστιν ἀσύμφωνος ἡ δόξα. εἰ γὰρ αὐτοὶ θεοί

 24 Ταῦτα δὲ οὐ μικρὸς ἔλεγχός ἐστι τῆς ἀληθῶς ἀθεότητος αὐτῶν. διαφόρων γὰρ ὄντων καὶ πολλῶν κατὰ πόλιν καὶ χώραν θεῶν, καὶ τοῦ ἑτέρου τὸν τοῦ ἑτέρου

 25 Ἤδη δέ τινες εἰς τοσαύτην ἀσέβειαν καὶ παραφροσύνην ἐξηνέ χθησαν, ὡς καὶ αὐτοὺς τοὺς ἀνθρώπους, ὧν εἰσι τύποι καὶ μορφαί, τοῖς παρ' αὐτοῖς ψευδοθέο

 26 Γυναῖκες γοῦν ἐν εἰδώλοις τῆς Φοινίκης πάλαι προεκαθέζοντο, ἀπαρχόμεναι τοῖς ἐκεῖ θεοῖς ἑαυτῶν τὴν τοῦ σώματος ἑαυτῶν μισθαρνίαν, νομίζουσαι τῇ πορ

 27 Ἀλλ' ἴσως οἱ ἐπαναβεβηκότες τούτων καὶ περὶ τὴν κτίσιν ἐπτοημένοι, δυσωπούμενοι τοῖς περὶ τῶν βδελυγμάτων ἐλέγχοις, εὐκατάγνωστα μὲν καὶ εὐέλεγκτα

 28 Πῶς οὖν ταῦτα ἂν εἶεν θεοὶ δεόμενα τῆς παρ' ἑτέρων ἐπι κουρίας; ἢ πῶς παρὰ τούτων αἰτεῖσθαί τι προσῆκεν, καὶ αὐτῶν ἀπαιτούντων παρ' ἀλλήλων τὴν εἰς

 29 Καὶ ἄλλως δ' ἄν τις αὐτῶν ἐλέγξειε τὴν ἀθεότητα κατὰ τὴν τῆς ἀληθείας θεωρίαν. εἰ γὰρ ὁ Θεὸς ἀσώματός ἐστι, καὶ ἀόρατος, καὶ ἄψαυστος τῇ φύσει, πῶς

 30 Τὰ μὲν προειρημένα οὐδὲν ἕτερον ἢ πλάνη τῷ βίῳ διηλέγχθη· ἡ δὲ τῆς ἀληθείας ὁδὸς πρὸς τὸν ὄντως ὄντα Θεὸν ἕξει τὸν σκοπόν. πρὸς δὲ τὴν ταύτης γνῶσι

 31 Πρῶτον μὲν οὖν οὐ μικρὸν γνώρισμα τοῦ λογικὴν εἶναι τὴν τῶν ἀνθρώπων ψυχὴν ἐκ τοῦ πρὸς τὰ ἄλογα διαλλάττειν αὐτήν· διὰ τοῦτο γὰρ ἐκεῖνα μὲν ἄλογα κ

 32 Καὶ τοῦτο δ' ἂν εἴη πρὸς ἀπόδειξιν ἀκριβῆ τοῖς ἔτι πρὸς ἀναίδειαν τῆς ἀλογίας τετραμμένοις· πῶς, τοῦ σώματος θνητοῦ κατὰ φύσιν ὄντος, λογίζεται ἄνθ

 33 Ὅτι δὲ καὶ ἀθάνατος γέγονεν ἡ ψυχή, καὶ τοῦτο ἀναγκαῖον εἰδέναι ἐν τῇ ἐκκλησιαστικῇ διδασκαλίᾳ πρὸς ἔλεγχον τῆς τῶν εἰδώλων ἀναιρέσεως. γένοιτο δ'

 34 Λέγομεν οὖν, καθάπερ εἴρηται πρότερον, ὥσπερ τὸν Θεὸν ἠρνήσαντο καὶ ἄψυχα θρησκεύουσιν, οὕτω καὶ ψυχὴν οὐκ ἔχειν λογικὴν νομίζοντες, αὐτόθεν ἔχουσι

 35 ὑπ' αὐτοῦ γενομένων ψυχῶν, ἐπειδὴ ἀόρατος καὶ ἀκατάληπτός ἐστι τὴν φύσιν, ἐπέκεινα πάσης γενητῆς οὐσίας ὑπάρχων, καὶ διὰ τοῦτο ἔμελλε τὸ ἀνθρώπινον

 36 Τίς, ὁρῶν τὰ ἐναντία τῇ φύσει συνημμένα, καὶ σύμφωνον ἔχοντα τὴν ἁρμονίαν, οἷον, τίς, ἰδὼν πῦρ ψυχρῷ, καὶ ξηρὸν ὑγρῷ κεκραμμένον, καὶ ταῦτα μὴ ἀντι

 37 Οὐκ ἂν οὖν μαχόμενα καὶ ἐναντία ὄντα τῇ φύσει ἑαυτὰ συνή γαγον, εἰ μὴ κρείττων ἦν καὶ κύριος ὁ συνδήσας αὐτά, ᾧ καὶ αὐτὰ τὰ στοιχεῖα, ὥσπερ δοῦλα δ

 38 Ἐπεὶ οὖν οὐκ ἀταξία ἀλλὰ τάξις ἐστὶν ἐν τῷ παντί, καὶ οὐκ ἀμετρία ἀλλὰ συμμετρία, καὶ οὐκ ἀκοσμία ἀλλὰ κόσμος καὶ κόσμου παναρμόνιος σύνταξις, ἀνάγ

 39 Οὐδὲ γὰρ πολλοὺς εἶναι δεῖ νομίζειν τοὺς τῆς κτίσεως ἄρχοντας καὶ ποιητάς, ἀλλὰ πρὸς εὐσέβειαν ἀκριβῆ καὶ ἀλήθειαν ἕνα τὸν ταύτης δημιουργὸν πιστεύ

 40 Τίς ἂν εἴη οὗτος; καὶ τοῦτο γὰρ ἀναγκαῖον μάλιστα δηλῶσαι καὶ λέγειν, ἵνα μή, τῇ περὶ τοῦτον ἀγνοίᾳ πλανηθείς τις, ἕτερον ὑπολάβῃ, καὶ εἰς τὴν αὐτὴ

 41 Λόγος δὲ ὤν, οὐ κατὰ τὴν τῶν ἀνθρώπων ὁμοιότητα, ὥσπερ εἶπον, ἐστὶ συγκείμενος ἐκ συλλαβῶν· ἀλλὰ τοῦ ἑαυτοῦ Πατρός ἐστιν εἰκὼν ἀπαράλλακτος. ἄνθρωπ

 42 Αὐτὸς γοῦν ὁ παντοδύναμος καὶ παντέλειος ἅγιος ὁ τοῦ Πατρὸς Λόγος, ἐπιβὰς τοῖς πᾶσι καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφα πλώσας, καὶ φωτίσας τά τε

 43 Καὶ ἵνα ἐκ παραδείγματος τὸ τηλικοῦτον νοηθείη, ἔστω τὸ λεγόμενον ὡς ἐν εἰκόνι χοροῦ μεγάλου. ὡς τοίνυν τοῦ χοροῦ συνεστῶ τος ἐκ διαφόρων ἄνδρων, π

 44 Νεύματι γὰρ καὶ ταῖς δυνάμεσι τοῦ ἐπιστατοῦντος καὶ ἡγεμο νεύοντος τῶν πάντων θείου καὶ πατρικοῦ Λόγου, οὐρανὸς μὲν περιστρέφεται, τὰ δὲ ἄστρα κινε

 45 Ὥσπερ γάρ, ἀναβλέψαντας εἰς τὸν οὐρανὸν καὶ ἰδόντας τὸν κόσμον αὐτοῦ καὶ τὸ τῶν ἄστρων φῶς, ἔστιν ἐνθυμεῖσθαι τὸν ταῦτα διακοσμοῦντα Λόγον· οὕτω νο

 46 Ἆρ' οὖν, ἀνελὼν τὴν τῶν ἐθνῶν ἢ εἰδώλων ἀθεότητα, σεσιώ-πηκεν ἡ ἔνθεος διδασκαλία καὶ ἁπλῶς ἀφῆκε τὸ τῶν ἀνθρώπων γένος ἄμοιρον τῆς τοῦ Θείου γνώσε

 47 Τίς οὖν ἄν, τίς ἐξαριθμήσειε τὸν Πατέρα, ἵνα καὶ τοῦ Λόγου τούτου τὰς δυνάμεις ἐξεύροι; ἔστι γὰρ ὥσπερ τοῦ Πατρὸς Λόγος καὶ σοφία, οὕτω καὶ τοῖς γε

Part I

§1. Introduction:—The purpose of the book a vindication of Christian doctrine, and especially of the Cross, against the scoffing objection of Gentiles. The effects of this doctrine its main vindication.

The knowledge of our religion and of the truth of things is independently manifest rather than in need of human teachers, for almost day by day it asserts itself by facts, and manifests itself brighter than the sun by the doctrine of Christ. 2. Still, as you nevertheless desire to hear about it, Macarius1    See de Incarn. 1 and note there., come let us as we may be able set forth a few points of the faith of Christ: able though you are to find it out from the divine oracles, but yet generously desiring to hear from others as well. 3. For although the sacred and inspired Scriptures are sufficient2    Constantly insisted on by Athan. Cf. de Incarn. 5, and note on de Decr. 32. to declare the truth,—while there are other works of our blessed teachers3    De Incarn. 56. 2; he may also be referring to works from the Alex. school, such as Orig. de Princ. compiled for this purpose, if he meet with which a man will gain some knowledge of the interpretation of the Scriptures, and be able to learn what he wishes to know,—still, as we have not at present in our hands the compositions of our teachers, we must communicate in writing to you what we learned from them,—the faith, namely, of Christ the Saviour; lest any should hold cheap the doctrine taught among us, or think faith in Christ unreasonable. For this is what the Gentiles traduce and scoff at, and laugh loudly at us, insisting on the one fact of the Cross of Christ; and it is just here that one must pity their want of sense, because when they traduce the Cross of Christ they do not see that its power has filled all the world, and that by it the effects of the knowledge of God are made manifest to all. 4. For they would not have scoffed at such a fact, had they, too, been men who genuinely gave heed to His divine Nature. On the contrary, they in their turn would have recognised this man as Saviour of the world, and that the Cross has been not a disaster, but a healing of Creation. 5. For if after the Cross all idolatry was overthrown, while every manifestation of demons is driven away by this Sign4    Cf. de Incarn. 47. 2, 48. 3, Vit. Ant. passim., and Christ alone is worshipped and the Father known through Him, and, while gainsayers are put to shame, He daily invisibly wins over the souls of these gainsayers5    Cf. de Incarn. 50. 3, 51. 3, &c.,—how, one might fairly ask them, is it still open to us to regard the matter as human, instead of confessing that He Who ascended the Cross is Word of God and Saviour of the World? But these men seem to me quite as bad as one who should traduce the sun when covered by clouds, while yet wondering at his light, seeing how the whole of creation is illumined by him. 6. For as the light is noble, and the sun, the chief cause of light, is nobler still, so, as it is a divine thing for the whole world to be filled with his knowledge, it follows that the orderer and chief cause of such an achievement is God and the Word of God. 7. We speak then as lies within our power, first refuting the ignorance of the unbelieving; so that what is false being refuted, the truth may then shine forth of itself, and that you yourself, friend, may be reassured that you have believed what is true, and in coming to know Christ have not been deceived. Moreover, I think it becoming to discourse to you, as a lover of Christ, about Christ, since I am sure that you rate faith in and knowledge of Him above anything else whatsoever.

1 Ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ὅλων ἀληθείας γνῶσις οὐ τοσοῦτον τῆς παρὰ τῶν ἀνθρώπων διδασκαλίας δεῖται, ὅσον ἀφ' ἑαυτῆς ἔχει τὸ γνώριμον· μόνον γὰρ οὐχὶ καθ' ἡμέραν τοῖς ἔργοις κέκραγε, καὶ ἡλίου λαμπρότερον ἑαυτὴν διὰ τῆς Χριστοῦ διδα σκαλίας ἐπιδείκνυται· ποθοῦντι δέ σοι ὅμως τὰ περὶ ταύτης ἀκοῦσαι, φέρε, ὦ μακάριε, ὡς ἂν οἷοί τε ὦμεν, ὀλίγα τῆς κατὰ Χριστὸν πίστεως ἐκθώμεθα, δυναμένῳ μέν σοι καὶ ἀπὸ τῶν θείων λογίων ταύτην εὑρεῖν, φιλοκάλως δὲ ὅμως καὶ παρ' ἑτέρων ἀκούοντι. αὐτάρκεις μὲν γάρ εἰσιν αἱ ἅγιαι καὶ θεόπνευστοι γραφαὶ πρὸς τὴν τῆς ἀληθείας ἀπαγγελίαν· εἰσὶ δὲ καὶ πολλοὶ τῶν μακαρίων ἡμῶν διδασκάλων εἰς ταῦτα συνταχθέντες λόγοι· οἷς ἐάν τις ἐντύχοι, εἴσεται μέν πως τὴν τῶν γραφῶν ἑρμηνείαν, ἧς δὲ ὀρέγεται γνώσεως τυχεῖν δυνήσεται. ἀλλ' ἐπειδὴ τὰς τῶν διδασκάλων συντάξεις ἐν χερσὶ νῦν οὐκ ἔχομεν, ἀναγκαῖόν ἐστιν ἃ παρ' ἐκείνων ἐμάθομεν, ταῦτα καὶ ἀπαγγέλλειν καὶ γράφειν σοι· λέγω δὴ τὴν κατὰ τὸν Σωτῆρα Χριστὸν πίστιν· ἵνα μήτε εὐτελῆ τις τὴν τοῦ καθ' ἡμᾶς λόγου διδασκαλίαν ἡγήσηται, μήτε ἄλογον τὴν εἰς Χριστὸν πίστιν ὑπολάβῃ· ὁποῖα διαβάλλοντες Ἕλληνες χλευάζουσι, καὶ πλατὺ γελῶσι καθ' ἡμῶν, οὐδὲν ἕτερον ἢ τὸν σταυρὸν τοῦ Χριστοῦ προφέροντες· ἐφ' ᾧ μάλιστα καὶ τὴν ἀναισθησίαν αὐτῶν οἰκτειρήσειεν ἄν τις, ὅτι, τὸν σταυρὸν διαβάλλοντες, οὐχ ὁρῶσι τὴν τούτου δύναμιν πᾶσαν τὴν οἰκουμένην πεπληρωκυῖαν, καὶ ὅτι δι' αὐτοῦ τὰ τῆς θεογνωσίας ἔργα πᾶσι πεφανέρωται. οὐκ ἂν γάρ, εἴπερ ἦσαν καὶ αὐτοὶ γνησίως ἐπιστήσαντες αὐτοῦ τῇ θεότητι τὸν νοῦν, ἐχλεύαζον τὸ τηλικοῦτον· ἀλλὰ μᾶλλον καὶ αὐτοὶ τοῦτον ἐπεγίνωσκον Σωτῆρα τοῦ παντός, καὶ τὸν σταυρὸν μὴ βλάβην ἀλλὰ θεραπείαν τῆς κτίσεως γεγονέναι. εἰ γὰρ τοῦ σταυροῦ γενομένου, πᾶσα μὲν εἰδωλολατρεία καθῃρέθη, πᾶσα δὲ δαιμόνων φαντασία τῷ σημείῳ τούτῳ ἀπελαύνεται, καὶ μόνος ὁ Χριστὸς προσκυνεῖται, καὶ δι' αὐτοῦ γινώσκεται ὁ Πατήρ, καὶ οἱ μὲν ἀντιλέγοντες καταισχύνονται, ὁ δὲ τῶν ἀντιλεγόντων ὁσημέραι τὰς ψυχὰς ἀφανῶς μεταπείθει· πῶς (εἰκότως γὰρ ἄν τις εἴποι πρὸς αὐτούς) ἔτι ἀνθρώπινον ἔστιν ἐπινοεῖν τὸ πρᾶγμα, καὶ οὐ μᾶλλον ὁμολογεῖν Θεοῦ Λόγον καὶ Σωτῆρα εἶναι τοῦ παντὸς τὸν ἐπὶ τοῦ σταυροῦ ἀναβάντα; πάσχειν δὲ καὶ οὗτοί μοι δοκοῦσιν ὅμοιον, ὡς εἴ τις τὸν μὲν ἥλιον ὑπὸ νεφῶν σκεπόμενον διαβάλλοι, τὸ δὲ τούτου φῶς θαυμάζοι, βλέπων ὅτι πᾶσα ἡ κτίσις ὑπὸ τούτου καταλάμπεται. ὡς γὰρ καλὸν τὸ φῶς, καὶ καλλίων ὁ τοῦ φωτὸς ἀρχηγὸς ἥλιος· οὕτω θείου πράγματος ὄντος τοῦ τὴν οἰκουμένην πᾶσαν τὴν αὐτοῦ γνώσεως πεπληρῶσθαι, ἀνάγκη τὸν ἀρχηγὸν καὶ ἡγεμόνα τοῦ τοιούτου κατορθώματος εἶναι Θεὸν καὶ Θεοῦ Λόγον. Λέγομεν οὖν ὡς ἐφικτὸν ἡμῖν, πρότερον διελέγξαντες τὴν τῶν ἀπίστων ἀμαθίαν· ἵνα, τῶν ψευδῶν διελεγχθέντων, λοιπὸν ἡ ἀλήθεια δι' ἑαυτῆς ἐπιλάμψῃ, καὶ θαρρῇς καὶ αὐτός, ὦ ἄνθρωπε, ὅτι ἀληθείᾳ πεπίστευκας, καὶ τὸν Χριστὸν γινώσκων οὐκ ἠπατήθης. πρέπειν δέ σοι ἡγοῦμαι φιλοχρίστῳ ὄντι τὰ περὶ Χριστοῦ διαλέγεσθαι, ἐπεὶ καὶ πάντων τιμιωτέραν τὴν περὶ τούτου γνῶσιν καὶ πίστιν ἡγεῖσθαί σε πεπίστευκα.