Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας κατὰ Ἑλλήνων

 1 Ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ὅλων ἀληθείας γνῶσις οὐ τοσοῦτον τῆς παρὰ τῶν ἀνθρώπων διδασκαλίας δεῖται, ὅσον ἀφ' ἑαυτῆς ἔχει τὸ γνώριμον· μ

 2 Ἐξ ἀρχῆς μὲν οὐκ ἦν κακία· οὐδὲ γὰρ οὐδὲ νῦν ἐν τοῖς ἁγίοις ἐστίν, οὐδ' ὅλως κατ' αὐτοὺς ὑπάρχει αὕτη· ἄνθρωποι δὲ ταύτην ὕστερον ἐπινοεῖν ἤρξαντο,

 3 Οὕτω μὲν οὖν ὁ ∆ημιουργός, ὥσπερ εἴρηται, τὸ τῶν ἀνθρώπων γένος κατεσκεύασε, καὶ μένειν ἠθέλησεν· οἱ δὲ ἄνθρωποι, κατο λιγωρήσαντες τῶν κρειττόνων,

 4 Ἀποστᾶσα τῆς τῶν νοητῶν θεωρίας, καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνεργείαις καταχρωμένη, καὶ ἡσθεῖσα τῇ τοῦ σώματος θεωρίᾳ καὶ ἰδοῦσα καλὸν ἑαυτῇ εἶ

 5 Ἀλλὰ τῶν ἀνθρώπων ἡ τόλμα οὐκ εἰς τὸ συμφέρον καὶ πρέπον, ἀλλ' εἰς τὸ δυνατὸν σκοπήσασα, τὰ ἐναντία ποιεῖν ἤρξατο· ὅθεν, καὶ τὰς χεῖρας εἰς τὸ ἐναντ

 6 Ἑλλήνων μὲν οὖν τινες, πλανηθέντες τῆς ὁδοῦ, καὶ τὸν Χριστὸν οὐκ ἐγνωκότες, ἐν ὑποστάσει καὶ καθ' ἑαυτὴν εἶναι τὴν κακίαν ἀπεφήναντο, ἁμαρτάνοντες κ

 7 Ἄλλως τε· καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι· εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστί, τί τὸ ἔργον τοῦ ἀγαθοῦ; φαίνεται γὰρ οὐδὲν πλὴν μόνης τῆς τοῦ δημ

 8 Οὐκ ἀρκεσθεῖσα τῇ τῆς κακίας ἐπινοίᾳ τῶν ἀνθρώπων ἡ ψυχή, κατ' ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτὴν ἐξάγειν ἤρξατο. μαθοῦσα γὰρ διαφορὰς ἡδονῶν καὶ ζωσα

 9 Ἄρτι γὰρ ἀπεπήδησεν ἡ διάνοια τῶν ἀνθρώπων ἀπὸ Θεοῦ, καὶ καταβαίνοντες ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι, πρώτοις οὐρανῷ καὶ ἡλίῳ καὶ σελ

 10 Τοῦτο δὲ τὸ ἔθος οὐ καινόν, οὐδὲ ἀπὸ τῆς Ῥωμαίων ἤρξατο βουλῆς, ἀλλ' ἦν ἄνωθεν προγιγνόμενον καὶ προμελετώμενον ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν. καὶ γὰ

 11 Ταύτας δὲ καὶ τὰς τοιαύτας τῆς εἰδωλομανίας εὑρέσεις ἄνωθεν καὶ πρὸ πολλοῦ προεδίδασκεν ἡ γραφὴ λέγουσα· Ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· εὕρεσις δὲ

 12 Ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημονεύσω διὰ τὸ πλῆθος, τίς ἰδὼν αὐτοῦ τὴν εἰς Σεμέλην καὶ Λήδαν καὶ Ἀλκμήνην καὶ Ἄρτεμιν καὶ Λητὼ καὶ Μαῖαν καὶ Εὐρώπην

 13 Εἶτα προσκυνοῦντες λίθοις καὶ ξύλοις, οὐχ ὁρῶσιν ὅτι τὰ μὲν ὅμοια τοῖς ποσὶ πατοῦσι καὶ καίουσι, τὰ δὲ τούτων μέρη θεοὺς προσ αγορεύουσι· καὶ ἃ πρὸ

 14 Κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστὶ καὶ παρὰ τῆς θείας γραφῆς προδιδασκούσης ἄνωθεν καὶ λεγούσης· Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρύσιον, ἔργα

 15 Εἴθε γάρ, εἴθε κἂν χωρὶς σχήματος αὐτοῖς τοὺς θεοὺς ἔπλαττεν ὁ τεχνίτης, ἵνα μὴ τῆς ἀναισθησίας φανερὸν ἔχωσι τὸν ἔλεγχον. ὑπέκλεψαν γὰρ ἂν τὴν ὑπό

 16 Ἀλλ' ἴσως περὶ τούτων οἱ δυσσεβεῖς ἐπὶ τὴν ἰδιότητα τῶν ποιητῶν καταφεύξονται, λέγοντες τῶν ποιητῶν ἴδιον εἶναι χαρα κτῆρα τὰ μὴ ὄντα πλάττεσθαι κα

 17 Τί οὖν ὑπολείπεται νοεῖν, ἢ ὅτι τὰ μὲν ἐγκώμια ψευδῆ καὶ κεχαρισμένα τυγχάνει, αἱ δὲ πράξεις ἀληθεύονται κατ' αὐτῶν; καὶ τοῦτο ἀληθὲς ἐκ τῆς συνηθε

 18 Τίς οὖν ἀπολογία, τίς ἀπόδειξις περὶ τοῦ εἶναι τούτους θεοὺς γένοιτ' ἂν τοῖς ἐν τούτοις δεισιδαιμονοῦσιν; ἐκ μὲν γὰρ τῶν λεχθέν των μικρῷ πρότερον,

 19 Τίνα γὰρ ἄλλην αὐτοῖς γλύφοντες ἐπιβάλλουσι μορφὴν ἢ τὴν ἀρρένων καὶ γυναικῶν, καὶ τῶν ἔτι κατωτέρω τούτων καὶ ἀλόγων ὄντων τὴν φύσιν πετεινῶν παντ

 20 Εἴποι γὰρ ἄν τις πρὸς αὐτοὺς παρελθὼν ἐπ' ἀληθείᾳ κρινούσῃ· πῶς ἀποκρίνεται ἢ γνωρίζεται Θεὸς διὰ τούτων; πότερον διὰ τὴν περικειμένην αὐτοῖς ὕλην,

 21 Περὶ δὲ τῆς δευτέρας αὐτῶν καὶ βαθυτέρας δῆθεν ἀπολογίας, καὶ ταῦτα ἄν τις ἀκολούθως εἴποι· εἰ οὐ διὰ τὴν αὐτοῦ τοῦ Θεοῦ ἐπι φάνειαν ταῦτα ὑμῖν πεπ

 22 Εἰ μὲν γὰρ ὅτι ἀνθρωπόμορφόν ἐστι τὸ Θεῖον, διὰ τοῦτο οὕτω τετύπωται, διὰ τί καὶ ἀλόγων αὐτῷ τύπους περιτιθέασιν; εἰ δὲ ζώων ἀλόγων ἐστὶν ὁ τούτου

 23 Οὐ μόνον δὲ ἐκ τούτων ἄν τις αὐτῶν τὴν ἀθεότητα καταμάθοι, ἀλλὰ καὶ ἀφ' ὧν ἐν αὐτοῖς τοῖς εἰδώλοις αὐτῶν ἐστιν ἀσύμφωνος ἡ δόξα. εἰ γὰρ αὐτοὶ θεοί

 24 Ταῦτα δὲ οὐ μικρὸς ἔλεγχός ἐστι τῆς ἀληθῶς ἀθεότητος αὐτῶν. διαφόρων γὰρ ὄντων καὶ πολλῶν κατὰ πόλιν καὶ χώραν θεῶν, καὶ τοῦ ἑτέρου τὸν τοῦ ἑτέρου

 25 Ἤδη δέ τινες εἰς τοσαύτην ἀσέβειαν καὶ παραφροσύνην ἐξηνέ χθησαν, ὡς καὶ αὐτοὺς τοὺς ἀνθρώπους, ὧν εἰσι τύποι καὶ μορφαί, τοῖς παρ' αὐτοῖς ψευδοθέο

 26 Γυναῖκες γοῦν ἐν εἰδώλοις τῆς Φοινίκης πάλαι προεκαθέζοντο, ἀπαρχόμεναι τοῖς ἐκεῖ θεοῖς ἑαυτῶν τὴν τοῦ σώματος ἑαυτῶν μισθαρνίαν, νομίζουσαι τῇ πορ

 27 Ἀλλ' ἴσως οἱ ἐπαναβεβηκότες τούτων καὶ περὶ τὴν κτίσιν ἐπτοημένοι, δυσωπούμενοι τοῖς περὶ τῶν βδελυγμάτων ἐλέγχοις, εὐκατάγνωστα μὲν καὶ εὐέλεγκτα

 28 Πῶς οὖν ταῦτα ἂν εἶεν θεοὶ δεόμενα τῆς παρ' ἑτέρων ἐπι κουρίας; ἢ πῶς παρὰ τούτων αἰτεῖσθαί τι προσῆκεν, καὶ αὐτῶν ἀπαιτούντων παρ' ἀλλήλων τὴν εἰς

 29 Καὶ ἄλλως δ' ἄν τις αὐτῶν ἐλέγξειε τὴν ἀθεότητα κατὰ τὴν τῆς ἀληθείας θεωρίαν. εἰ γὰρ ὁ Θεὸς ἀσώματός ἐστι, καὶ ἀόρατος, καὶ ἄψαυστος τῇ φύσει, πῶς

 30 Τὰ μὲν προειρημένα οὐδὲν ἕτερον ἢ πλάνη τῷ βίῳ διηλέγχθη· ἡ δὲ τῆς ἀληθείας ὁδὸς πρὸς τὸν ὄντως ὄντα Θεὸν ἕξει τὸν σκοπόν. πρὸς δὲ τὴν ταύτης γνῶσι

 31 Πρῶτον μὲν οὖν οὐ μικρὸν γνώρισμα τοῦ λογικὴν εἶναι τὴν τῶν ἀνθρώπων ψυχὴν ἐκ τοῦ πρὸς τὰ ἄλογα διαλλάττειν αὐτήν· διὰ τοῦτο γὰρ ἐκεῖνα μὲν ἄλογα κ

 32 Καὶ τοῦτο δ' ἂν εἴη πρὸς ἀπόδειξιν ἀκριβῆ τοῖς ἔτι πρὸς ἀναίδειαν τῆς ἀλογίας τετραμμένοις· πῶς, τοῦ σώματος θνητοῦ κατὰ φύσιν ὄντος, λογίζεται ἄνθ

 33 Ὅτι δὲ καὶ ἀθάνατος γέγονεν ἡ ψυχή, καὶ τοῦτο ἀναγκαῖον εἰδέναι ἐν τῇ ἐκκλησιαστικῇ διδασκαλίᾳ πρὸς ἔλεγχον τῆς τῶν εἰδώλων ἀναιρέσεως. γένοιτο δ'

 34 Λέγομεν οὖν, καθάπερ εἴρηται πρότερον, ὥσπερ τὸν Θεὸν ἠρνήσαντο καὶ ἄψυχα θρησκεύουσιν, οὕτω καὶ ψυχὴν οὐκ ἔχειν λογικὴν νομίζοντες, αὐτόθεν ἔχουσι

 35 ὑπ' αὐτοῦ γενομένων ψυχῶν, ἐπειδὴ ἀόρατος καὶ ἀκατάληπτός ἐστι τὴν φύσιν, ἐπέκεινα πάσης γενητῆς οὐσίας ὑπάρχων, καὶ διὰ τοῦτο ἔμελλε τὸ ἀνθρώπινον

 36 Τίς, ὁρῶν τὰ ἐναντία τῇ φύσει συνημμένα, καὶ σύμφωνον ἔχοντα τὴν ἁρμονίαν, οἷον, τίς, ἰδὼν πῦρ ψυχρῷ, καὶ ξηρὸν ὑγρῷ κεκραμμένον, καὶ ταῦτα μὴ ἀντι

 37 Οὐκ ἂν οὖν μαχόμενα καὶ ἐναντία ὄντα τῇ φύσει ἑαυτὰ συνή γαγον, εἰ μὴ κρείττων ἦν καὶ κύριος ὁ συνδήσας αὐτά, ᾧ καὶ αὐτὰ τὰ στοιχεῖα, ὥσπερ δοῦλα δ

 38 Ἐπεὶ οὖν οὐκ ἀταξία ἀλλὰ τάξις ἐστὶν ἐν τῷ παντί, καὶ οὐκ ἀμετρία ἀλλὰ συμμετρία, καὶ οὐκ ἀκοσμία ἀλλὰ κόσμος καὶ κόσμου παναρμόνιος σύνταξις, ἀνάγ

 39 Οὐδὲ γὰρ πολλοὺς εἶναι δεῖ νομίζειν τοὺς τῆς κτίσεως ἄρχοντας καὶ ποιητάς, ἀλλὰ πρὸς εὐσέβειαν ἀκριβῆ καὶ ἀλήθειαν ἕνα τὸν ταύτης δημιουργὸν πιστεύ

 40 Τίς ἂν εἴη οὗτος; καὶ τοῦτο γὰρ ἀναγκαῖον μάλιστα δηλῶσαι καὶ λέγειν, ἵνα μή, τῇ περὶ τοῦτον ἀγνοίᾳ πλανηθείς τις, ἕτερον ὑπολάβῃ, καὶ εἰς τὴν αὐτὴ

 41 Λόγος δὲ ὤν, οὐ κατὰ τὴν τῶν ἀνθρώπων ὁμοιότητα, ὥσπερ εἶπον, ἐστὶ συγκείμενος ἐκ συλλαβῶν· ἀλλὰ τοῦ ἑαυτοῦ Πατρός ἐστιν εἰκὼν ἀπαράλλακτος. ἄνθρωπ

 42 Αὐτὸς γοῦν ὁ παντοδύναμος καὶ παντέλειος ἅγιος ὁ τοῦ Πατρὸς Λόγος, ἐπιβὰς τοῖς πᾶσι καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφα πλώσας, καὶ φωτίσας τά τε

 43 Καὶ ἵνα ἐκ παραδείγματος τὸ τηλικοῦτον νοηθείη, ἔστω τὸ λεγόμενον ὡς ἐν εἰκόνι χοροῦ μεγάλου. ὡς τοίνυν τοῦ χοροῦ συνεστῶ τος ἐκ διαφόρων ἄνδρων, π

 44 Νεύματι γὰρ καὶ ταῖς δυνάμεσι τοῦ ἐπιστατοῦντος καὶ ἡγεμο νεύοντος τῶν πάντων θείου καὶ πατρικοῦ Λόγου, οὐρανὸς μὲν περιστρέφεται, τὰ δὲ ἄστρα κινε

 45 Ὥσπερ γάρ, ἀναβλέψαντας εἰς τὸν οὐρανὸν καὶ ἰδόντας τὸν κόσμον αὐτοῦ καὶ τὸ τῶν ἄστρων φῶς, ἔστιν ἐνθυμεῖσθαι τὸν ταῦτα διακοσμοῦντα Λόγον· οὕτω νο

 46 Ἆρ' οὖν, ἀνελὼν τὴν τῶν ἐθνῶν ἢ εἰδώλων ἀθεότητα, σεσιώ-πηκεν ἡ ἔνθεος διδασκαλία καὶ ἁπλῶς ἀφῆκε τὸ τῶν ἀνθρώπων γένος ἄμοιρον τῆς τοῦ Θείου γνώσε

 47 Τίς οὖν ἄν, τίς ἐξαριθμήσειε τὸν Πατέρα, ἵνα καὶ τοῦ Λόγου τούτου τὰς δυνάμεις ἐξεύροι; ἔστι γὰρ ὥσπερ τοῦ Πατρὸς Λόγος καὶ σοφία, οὕτω καὶ τοῖς γε

§8. The origin of idolatry is similar. The soul, materialised by forgetting God, and engrossed in earthly things, makes them into gods. The race of men descends into a hopeless depth of delusion and superstition.

Now the soul of mankind, not satisfied with the devising of evil, began by degrees to venture upon what is worse still. For having experience of diversities of pleasures, and girt about with oblivion of things divine; being pleased moreover and having in view the passions of the body, and nothing but things present and opinions about them, ceased to think that anything existed beyond what is seen, or that anything was good save things temporal and bodily; so turning away and forgetting that she was in the image of the good God, she no longer, by the power which is in her, sees God the Word after whose likeness she is made; but having departed from herself, imagines and feigns what is not. 2. For hiding, by the complications of bodily lusts, the mirror which, as it were, is in her, by which alone she had the power of seeing the Image of the Father, she no longer sees what a soul ought to behold, but is carried about by everything, and only sees the things which come under the senses. Hence, weighted with all fleshly desire, and distracted among the impressions of these things, she imagines that the God Whom her understanding has forgotten is to be found in bodily and sensible things, giving to things seen the name of God, and glorifying only those things which she desires and which are pleasant to her eyes. 3. Accordingly, evil is the cause which brings idolatry in its train; for men, having learned to contrive evil, which is no reality in itself, in like manner feigned for themselves as gods beings that had no real existence. Just, then, as though a man had plunged into the deep, and no longer saw the light, nor what appears by light, because his eyes are turned downwards, and the water is all above him; and, perceiving only the things in the deep, thinks that nothing exists beside them, but that the things he sees are the only true realities; so the men of former time, having lost their reason, and plunged into the lusts and imaginations of carnal things, and forgotten the knowledge and glory of God, their reasoning being dull, or rather following unreason, made gods for themselves of things seen, glorifying the creature rather than the Creator16    Rom. i. 25., and deifying the works rather than the Master, God, their Cause and Artificer. 4. But just as, according to the above simile, men who plunge into the deep, the deeper they go down, advance into darker and deeper places, so it is with mankind. For they did not keep to idolatry in a simple form, nor did they abide in that with which they began; but the longer they went on in their first condition, the more new superstitions they invented: and, not satiated with the first evils, they again filled themselves. with others, advancing further in utter shamefulness, and surpassing themselves in impiety. But to this the divine Scripture testifies when it says, “When the wicked cometh unto the depth of evils, he despiseth17    Prov. xviii. 3..”

8 Οὐκ ἀρκεσθεῖσα τῇ τῆς κακίας ἐπινοίᾳ τῶν ἀνθρώπων ἡ ψυχή, κατ' ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτὴν ἐξάγειν ἤρξατο. μαθοῦσα γὰρ διαφορὰς ἡδονῶν καὶ ζωσαμένη τὴν τῶν θείων λήθην, ἡδομένη δὲ καὶ πρὸς τὰ τοῦ σώματος πάθη καὶ πρὸς μόνα τὰ παρόντα καὶ τὰς τούτων δόξας ἀποβλέπουσα, ἐνόμισε μηδὲν ἔτι πλέον εἶναι τῶν βλεπομένων, ἀλλὰ μόνα τὰ πρόσκαιρα καὶ τὰ σωματικὰ εἶναι τὰ καλά. ἀποστραφεῖσα δὲ καὶ ἐπιλαθομένη ἑαυτὴν εἶναι κατ' εἰκόνα τοῦ ἀγαθοῦ Θεοῦ, οὐκ ἔτι μὲν διὰ τῆς ἐν αὐτῇ δυνάμεως τὸν Θεὸν Λόγον, καθ' ὃν καὶ γέγονεν, ὁρᾷ· ἔξω δὲ ἑαυτῆς γενομένη, τὰ οὐκ ὄντα λογίζεται καὶ ἀνατυποῦται. ἐπικρύψασα γὰρ ταῖς ἐπιπλοκαῖς τῶν σωματικῶν ἐπιθυμιῶν τὸ ὡς ἐν αὐτῇ κάτοπτρον, δι' οὗ μόνον ὁρᾷν ἠδύνατο τὴν εἰκόνα τοῦ Πατρός, οὐκέτι μὲν ὁρᾷ ἃ δεῖ ψυχὴν νοεῖν· παντὶ δὲ περιφέρεται, καὶ μόνα ἐκεῖνα ὁρᾷ τὰ τῇ αἰσθήσει προσπίπτοντα. ὅθεν δὴ πάσης σαρκικῆς ἐπιθυμίας γέμουσα, καὶ ἐν ταῖς τούτων δόξαις ταραττομένη, λοιπόν, ὃν ἐπελάθετο τῇ δια νοίᾳ Θεόν, τοῦτον ἐν σωματικοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται, τοῖς φαινομένοις τὴν Θεοῦ προσηγορίαν ἀνατιθεῖσα, καὶ μόνα ταῦτα δοξάζουσα ἅπερ αὐτὴ βούλεται, καὶ ὡς ἡδέα ὁρᾷ. προηγεῖται τοίνυν αἰτία τῆς εἰδωλολατρείας ἡ κακία. μαθόντες γὰρ οἱ ἄνθρωποι τὴν οὐκ οὖσαν κακίαν ἑαυτοῖς ἐπινοεῖν, οὕτω καὶ τοὺς οὐκ ὄντας θεοὺς ἑαυτοῖς ἀνεπλάσαντο. οἷον δὲ εἴ τις, εἰς βυθὸν καταδύς, μηκέτι μὲν βλέποι τὸ φῶς, μηδὲ τὰ ἐν τῷ φωτὶ φαινόμενα, διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα, καὶ τὴν τοῦ ὕδατος ἐπικειμένην ἐπίχυσιν αὐτῷ· μόνα δὲ τὰ ἐν τῷ βυθῷ αἰσθόμενος, νομίζοι μηδὲν πλέον ἐκείνων εἶναι, ἀλλ' αὐτὰ τὰ φαινόμενα αὐτῷ τῶν ὄντων εἶναι τὰ κύρια· οὕτω καὶ οἱ πάλαι τῶν ἀνθρώπων παράφρονες, καταδύντες εἰς τὰς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντασίας, καὶ ἐπιλαθόμενοι τῆς περὶ Θεοῦ ἐννοίας καὶ δόξης, ἀμυδρῷ τῷ λογισμῷ, μᾶλλον δὲ ἀλογίᾳ χρησάμενοι, τὰ φαινόμενα θεοὺς ἀνετυπώσαντο, τὴν κτίσιν παρὰ τὸν κτίσαντα δοξάζοντες, καὶ τὰ ἔργα μᾶλλον ἐκθειάζοντες ἤπερ τὸν τούτων αἴτιον καὶ δημιουργὸν δεσπότην Θεόν. ὥσπερ δὲ κατὰ τὸ προλεχθὲν παράδειγμα, οἱ εἰς τὸν βυθὸν καταδυόμενοι, ὅσῳ μᾶλλον ἐπικαταβαίνουσι, τοσοῦτον εἰς τὰ σκοτεινότερα καὶ βαθύτερα ὁρ μῶσιν· οὕτω καὶ τὸ τῶν ἀνθρώπων πέπονθε γένος. οὐ γὰρ ἁπλῆν ἔσχον τὴν εἰδωλολατρείαν, οὐδὲ ἀφ' ὧν ἤρξαντο ἐν τούτοις καὶ διέμειναν· ἀλλ' ὅσον τοῖς πρώτοις ἐνεχρόνιζον, τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον δεισιδαιμονίας· καὶ κόρον οὐ λαμβάνοντες τῶν πρώτων, ἄλλοις πάλιν ἐνεπίμπλαντο κακοῖς, προκόπτοντες ἐν τοῖς αἰσχίστοις, καὶ πλεῖον ἑαυτῶν ἐπεκτείνοντες τὴν ἀσέβειαν. τοῦτο δὲ καὶ ἡ θεία γραφὴ μαρτύρεται λέγουσα· Ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ.