26. Now the King of Judah, Hezekiah, when a certain king of the foreigners had come against him with a great force, and had encompassed Jerusalem with his leaguer, and uttered in a sarcastic manner blasphemous and impious words against the king and against his God, as though, whatever might happen, He should not deliver the city out of his power----he went up to the Temple, and having rent his clothes, and shedding streams of tears, extending his hands to heaven, calls God to witness the blasphemy of Sennacherib, and prays that He would become the avenger of the arrogance of his threats, saying, "Thou hast seen how greatly this stranger hath reviled Thee, the Lord of Israel; Thou hast seen it, O Lord, keep not Thou silence!" And truly he was not disappointed of his prayer: but the enemy of God perceived in the end his own madness, and went off without doing anything, with all his threats, having lost the bulk of his army by the stroke of some invisible Power, and retreating in consequence of disagreeable tidings, that raised the siege unexpectedly, and ruined his hopes. Thus did Hezekiah, he that was clothed with much strength, the King of Jerusalem the great, and who perhaps would have repelled the enemy by his unassisted efforts. But we, whose sole arm, bulwark, and all other defence left, was the hope in God, stripped and shorn entirely of all human aid, whom were we to have, either as hearer of our prayer, or as hinderer of those threats, save and accept Him that swears against pride----the God of Jacob?
O the incredible tale! O the audacity of the things hoped for! We were promised, in place of all other sacrifice, to the demons; and we, the great inheritance of God, the holy nation, the royal priesthood, were made the prize of a single hope, the trophy of a single war!
Κ#2ʹ. Ὁ μὲν οὖν τοῦ Ἰούδα βασιλεὺς Ἐζεκίας, ἐλθόντος ἐπ' αὐτὸν δυνάμει πολλῇ τῶν ἀλλοφύλων τινὸς βασιλέως, καὶ στρατοπέδῳ κυκλώσαντος τὴν Ἱερουσαλὴμ, λόγους τε βλασφήμους καὶ ἀσεβεῖς κατά τε τοῦ βασιλέως καὶ αὐτοῦ τοῦ Θεοῦ πικρῶς ἀποῤῥίψαντος, ὡς οὐδ' ἂν ὁτιοῦν γένηται, περισώσοντος ἐκ τῆς αὐτοῦ δυναστείας τὴν πόλιν, ἐπὶ τὸ ἱερὸν ἐλθὼν, καὶ τὴν ἐσθῆτα περιῤῥηξάμενος, δακρύων τε προχέων πηγὰς, καὶ τὰς χεῖρας εἰς οὐρανὸν ἀνατείνας, τὸν Θεὸν τῆς Σεναχηρεὶμ βλασφημίας ἐπιμαρτύρεται, κἀκεῖνον ἔκδικον γενέσθαι τῆς τῶν ἀπειλουμένων ὑπερηφανίας ἐπιζητεῖ: Εἶδες, Κύριε, λέγων, ὅσα ὠνείδισέ σε ὁ ἀλλόφυλος οὗτος τὸν Θεὸν τοῦ Ἰσραήλ: εἶδες, Κύριε, μὴ παρασιωπήσῃς: καὶ οὐκ ἐψεύσθη γε τῆς αἰτήσεως: ἀλλ' ᾔσθετο ἔργῳ τῆς ἑαυτοῦ μανίας ὁ θεομάχος, καὶ ἀπῆλθεν ἄπρακτος μετὰ τῶν ἀπειλῶν ὑπό τινος ἀοράτου δυνάμεως ἐπιπεσούσης ἄφνω, καὶ τὸ πολὺ τῆς στρατιᾶς ἀποβαλὼν, καὶ ἀγγελίᾳ πικρᾷ μεταναστὰς, ἀδοκήτως λυούσῃ καὶ τὴν πολιορκίαν, καὶ τὰς ἐλπίδας. Ταῦτα Ἐζεκίας, ὁ τὴν πολλὴν περιβεβλημένος δύναμιν, ὁ τῆς μεγάλης βασιλεὺς Ἱερουσαλὴμ, ὁ τάχα ἂν ἀποκρουσόμενος καὶ δι' ἑαυτοῦ τὸν πολέμιον. Ἡμεῖς δὲ, οἷς μόνον καὶ ὅπλον, καὶ τεῖχος, καὶ ἄλλο πᾶν ἀμυντήριον, ἡ πρὸς τὸν Θεὸν ἐλπὶς ὑπελείπετο, πᾶσαν ἀνθρωπίνην περιῃρημένοις καὶ περικεκομμένοις ἐπικουρίαν παντάπασι, τίνα ἄρα ἕτερον ἢ τῆς εὐχῆς ἀκροατὴν, ἢ κωλυτὴν τῶν ἀπειλουμένων ἕξειν ἐμέλλομεν, ἢ τὸν ὀμνύοντα κατὰ τῆς ὑπερηφανίας Ἰακὼβ Θεόν; Ὢ τῶν ἀπίστων διηγημάτων! Ὢ τῆς τῶν ἐλπιζομένων θρασύτητος! Ἐπηγγέλθημεν ἀντ' ἄλλου τινὸς ἱερείου τοῖς δαίμοσι: καὶ ἡ μεγάλη τοῦ Θεοῦ κληρονομία, τὸ ἅγιον ἔθνος, τὸ βασίλειον ἱεράτευμα, μιᾶς ἆθλον ἐλπίδος, καὶ ἑνὸς πολέμου νικητήριον ἐγενόμεθα.