ἀλλ' ἐλευθέρα τούτῳ ἀπεδίδοτο ἡ διάνοια. Πεζῇ δέ ποτε προϊόντι ἢ ἱππαζομένῳ φυλακή τις προσῆν κυκλόθεν, καὶ περιτραπέντα ἀσφαλῶς κυκλωσάμενοι ἐθερά πευον· ὦπτο δὲ καὶ πολλάκις τοῦ ἵππου ῥιφείς· ῥύακα γάρ τινος ὕδατος διαβαίνων τῷ ἵππῳ, ἐπειδὴ τηνικαῦτα τοῦτον τὸ πάθος κατέλαβεν, οἱ δὲ φρουροὶ τέως ἀπῆσαν βραχύ τι θαρρήσαντες, ὁ δὲ ἀθρόως τῆς ἕδρας ἐκκυλισθεὶς αὐτοῦ που κατὰ γῆς ὦπτο τοῖς πολλοῖς σπαρασσόμενος· ἐπεχείρει δὲ οὐδεὶς ἀνελεῖν, ἀλλὰ κατῳκτίζοντο μᾶλλον καὶ τῆς συμφορᾶς ἠλέουν τὸν αὐτοκράτορα. 4.19 Τὰ μὲν οὖν τούτοις ἑπόμενα ὁ λόγος αὖθις εἰς τοὺς οἰκείους τόπους καταριθμήσει· ἴδωμεν δὲ ὥσπερ νοσοῦντα τὸν βασιλέα, οὕτω δὴ καὶ ὑγιῶς ἔχοντα· ἔν γέ τοι τοῦ πάθους τοῖς διαλείμμασιν, ὁπηνίκα αὐτῷ λογισμὸς ἔρρωτο, παντοδαπὸς ἦν περὶ τὴν τῆς ἀρχῆς πρόνοιαν, οὐ μόνον τὰς ἐντὸς τῶν ἡμετέρων ὁρίων πόλεις εὐνομουμένας ποιῶν, ἀλλὰ καὶ τοῖς πέριξ ἔθνεσι τὰς ἐφ' ἡμᾶς ἀναστέλλων ἐφόδους, τοῦτο μὲν πρεσβείαις, τοῦτο δὲ δώροις, τοῦτο δὲ μαχίμων ἐπετείοις ἀποστολαῖς· καὶ οὔθ' ὁ τῆς Αἰγύπτου τὴν ἐξουσίαν λαχὼν τῶν δεδογμένων ἀντιπαρεκίνει, οὔτε ὁ τὰς Περσικὰς ἔχων δυνάμεις, οὔτε μὴν ὁ Βαβυλώνιος, οὔτ' ἄλλ' ἄλλως τι τῶν βαθυτέρων ἐθνῶν τὴν ἑαυτῶν ἐπεγύμνουν δυσμένειαν· ἀλλ' οἳ μὲν καὶ πάντη πρὸς ἡμᾶς διελύοντο, οἳ δὲ τοῦ βασιλέως τὴν ἐπιμέλειαν δεδιότες φόβῳ τοῦ μὴ παθεῖν εἰς ἑαυτοὺς συνεστέλλοντο. Τὴν μὲν γὰρ τῶν δημοσίων συνεισφορῶν παρατήρησιν καὶ ἀρκίβειαν τῷ ἀδελφῷ παρα θέμενος Ἰωάννῃ, καὶ οἷον τὸ πλέον τῆς πολιτικῆς διοική σεως αὐτῷ ἐγχειρίσας, τἄλλα διεῖπεν αὐτὸς, τοῦτο μὲν καὶ τοῦ πολιτικοῦ κατὰ μέρος ἐπιμελόμενος, τοῦτο δὲ καὶ τὰ νεῦρα Ῥωμαίων, τὸν στρατὸν, συγκροτῶν καὶ ἐπισχύων εἰς δύναμιν. Καὶ τὸ μὲν πάθος αὐτῷ ἀρξάμενον προῄει ἀκμάζον καὶ κορυφούμενον, ὁ δὲ, ὡς οὐδενὸς αὐτῷ ἐπικειμένου κακοῦ, τῶν πάντων ἀντείχετο. 4.20 Ἐπεὶ δὲ <ὁ> ἀδελφὸς Ἰωάννης ὑπορρέοντα τοῦτον ἑώρα κατὰ βραχὺ, δείσας περὶ αὑτῷ καὶ ὅλῳ τῷ γένει, μὴ ἐξ ἀνθρώπων γεγονότος τοῦ αὐτοκράτορος λήσηται τοῦτον ἡ βασιλεία διαρρυεῖσα, κἀντεῦθεν πολλοῖς ἐμπεσεῖται πειρα τηρίοις, βουλὴν βουλεύεται συνετωτάτην μὲν, ὡς ἐδόκει, ἐπισφαλεστάτην δὲ, ὡς ἡ τῶν πραγμάτων ἔκβασις ἔδειξεν. ἐκεῖθεν γὰρ αὔτανδρον αὐτοῖς τὸ σκάφος κατέδυ, καὶ ἐξώ λεις, ἵν' οὕτως εἴπω, καὶ προώλεις ἀπώλοντο· ἀλλὰ ταῦτα μὲν ὕστερον. Ὁ δ' οὖν Ἰωάννης, ὡς ἀπεγνωκὼς πάντη, κρυφίως τῶν ἀδελφῶν λόγοις αὐτὸν μέτεισι πρὸς τὸ δοκοῦν πιθανωτέροις μᾶλλον ἢ ἀληθεστέροις, καὶ μόνον ποτὲ τῶν ἄλλων ἀπολαβὼν καὶ κύκλῳ τὸν λόγον περιβαλὼν, τοιούτων πρὸς αὐτὸν τῶν προοιμίων κατάρχεται, εἰς ἀνάγκην αὐτὸν προάγων τοῦ ἐρωτᾶν· «Ὅτι μὲν οὖν, φησὶν, οὐχ ὡς ἀδελ φὸν ἁπλῶς θεραπεύων διατετέλεκά σοι, ἀλλ' ὡς δεσπότην καὶ βασιλέα, οἶδε μὲν οὐρανὸς, οἶδε δὲ καὶ ξύμπασα γῆ, καὶ αὐτὸς δὲ οὐκ ἂν ἄλλως ἔχοις εἰπεῖν· ὅτι δὲ καὶ τοῦ λοιποῦ γένους ἡμῶν βραχύ τι, ἵνα μετρίως εἴπω, προσέχω τοῖς ἐνθυμήμασι καὶ ταῖς περὶ τοῦ κοινοῦ σκέψεσι καὶ λυ σιτελείαις, αὐτὸς ἂν πρὸ πάντων εἰδείης· διὰ ταῦτα γοῦν οὐ τὸ ἐνεστώς σοι θεραπεύω τοῦ θρόνου, ἀλλὰ καὶ τὸ μέλ λον ἀνεπιβούλευτον ταμιεύομαι, κἂν τὰς τῶν πολλῶν ἐπι σχεῖν οὐ δεδύνημαι γλώσσας, καὶ τοὺς τῶν πάντων ὀφθαλ μοὺς ἐπὶ σὲ μόνον ἀπευθύνειν προῄρημαι· εἰ μὲν οὖν εὐνοίας τε τῆς πρὸς σὲ καὶ τῆς πρὸς τὰ πράγματα μετα χειρίσεως δεξιὰς ἐγγύας προείληφας παρ' ἐμοῦ, μηδὲ ταυτηνί μου τὴν σκέψιν ἀπώσῃ· εἰ δ' οὖν, ἀλλ' ἐγὼ μὲν σιωπήσομαι, ὅπη δὲ τὰ περὶ ἡμᾶς καταντήσῃ οὐκ ἐρῶ τι νῦν, μὴ καὶ λυπήσας ἀπέλθω». 4.21 Ἐπὶ τούτοις ὁ αὐτοκράτωρ τὰς γνώμας διασει σθεὶς, ἤρετο τί ποτε ταῦτα βούλοιτο, τίς δὲ καὶ τῆς διαλέ ξεως ὁ σκοπός; «Τὸ δέ σου εὔνουν τὸ πρὸς ἐμὲ ὡς ὡμολο