28
αὐτὸν καὶ μονὴν παρ' αὐτῷ ποιησό μεθα», εἰ οὐκ ἔχει τὸ πνεῦμα τὸ ἅγιον ψυχή, ἔρημός ἐστιν· οἰκουμένη δέ ἐστιν, ὅτε πεπλήρωται θεοῦ, ὅτε ἔχει τὸν Χριστόν, ὅτε πνεῦμα ἅγιόν ἐστιν ἐν αὐτῇ. Ταῦτα δὲ ποικίλως καὶ διαφόρως ἐν ταῖς γραφαῖς λέγεται, τὸ εἶναι τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ἐν τῇ τοῦ ἀνθρώπου ψυχῇ. Ὁ γοῦν ∆αβὶδ ἐν τῷ Ψαλμῷ τῆς ἐξομολο γήσεως περὶ τούτων τῶν πνευμάτων αἰτεῖ τὸν πατέρα λέγων· «Πνεύματι ἡγεμονικῷ στήριξόν με», «Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου», «Καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.» Τίνα τὰ τρία πνεύματα ταῦτα; Τὸ ἡγεμονικὸν ὁ πατήρ, τὸ εὐθὲς ὁ Χριστός, καὶ τὸ πνεῦμα τὸ ἅγιον. Ταῦτα εἰς τὸ παραστῆσαι τὴν οἰκουμένην οὐκ ἄλλως γινομένην ἢ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ· «Ἡ» γὰρ «σοφία βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας ἐν τῇ πόλει»· «Σοφίαν δὲ καὶ παιδείαν ὁ ἐξουθενῶν ταλαίπωρος, καὶ κενὴ ἡ ἐλπὶς αὐτοῦ, καὶ οἱ κόποι αὐτοῦ ἀνόνητοι, καὶ ἄχρηστα τὰ ἔργα αὐτοῦ», φησὶν ἡ Σοφία ἡ ἐπιγεγραμμένη Σολομῶντος. ∆ιὰ τοῦτο ὅση δύναμις, ἐπεὶ ἀνορθοῦται ἡ οἰκουμένη ἐν τῇ σοφίᾳ τοῦ θεοῦ, βουλώμεθα δὴ καὶ αὐτοὶ ἀνορθωθῆναι ἡμῶν τὴν οἰκουμένην τάχα πεσοῦσαν· πέπτωκεν γὰρ αὕτη ἡ οἰκουμένη ἡνίκα ἤλθομεν εἰς τὸν τόπον τῆς κακώσεως, πέπτωκεν αὕτη ἡ οἰκουμένη ἡνίκα «ἡμάρτομεν, ἠσεβήσαμεν, ἠδικήσαμεν», καὶ δεῖται ἀνορ θώσεως. Θεὸς οὖν «ὁ ἀνορθώσας τὴν οἰκουμένην» ἐστίν· εἰ δὲ μὴ τοιοῦτον λαμβάνεις τὸ «ἀνορθώσας τὴν οἰκουμένην», ἀλλὰ κοινότερον νοήσας τὴν οἰκουμένην, ζήτει πόθεν ἀνορ θώσας ἐστὶν τὴν οἰκουμένην, ζήτει τῆς οἰκουμένης πτῶσιν, ἵνα εὑρὼν αὐτῆς τὴν πτῶσιν ἴδῃς αὐτῆς τὴν ἀνόρθωσιν. Εἴ τις οὖν ἐστιν ἐν τῇ οἰκουμένῃ ταύτῃ, ἐὰν οὕτως νοήσῃς τὴν οἰκουμένην, δῆλον ὅτι δεῖται τῆς ἀνορθώσεως, οὐδεὶς δὲ μὴ πεσὼν δεῖται τῆς ἀνορθώσεως· δῆλον ὅτι πέπτωκεν ἕκαστος τῶν ἐν τῇ οἰκουμένῃ ἀπὸ ἁμαρτίας, καὶ «κύριός» ἐστιν ὁ «ἀνορθῶν τοὺς κατερραγμένους, καὶ ὑποστηρίζει πάντας τοὺς καταπίπτοντας». «Ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν», καὶ οὕτως πέπτωκεν ἡ οἰκουμένη καὶ δεῖται ἀνορθώσεως, ἵν' «ἐν τῷ Χριστῷ πάντες ζωοποιηθῶσιν». Ὥστε διχῶς ἀποδέδωκα τὰ περὶ τῆς οἰκουμένης, πῇ μὲν ἐπὶ ἕνα ἕκαστον δεικνὺς πῶς ἑκάστη ψυχὴ ἤτοι οἰκου μένη ἐστὶν ἢ ἔρημος, πῇ δὲ ἐπ' αὐτῆς στήσας τὸν λόγον τῆς 8.2 οἰκουμένης. «Καὶ ἐν τῇ φρονήσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανόν.» Οὐ συντυχικῶς τὴν φρόνησιν παρέλαβεν ἐπὶ τοῦ οὐρανοῦ· εὑρήσεις γὰρ ἐν ταῖς Παροιμίαις λεχθέν· «Ὁ θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσεν τὴν γῆν, ἡτοίμασεν δὲ οὐρανοὺς ἐν φρονήσει.» Ἔστιν οὖν τις φρόνησις θεοῦ, ἣν μὴ ζήτει <εἰ μὴ> ἐν Χριστῷ Ἰησοῦ· πάντα γὰρ ὅσα τοῦ θεοῦ τοιαῦτά ἐστιν, ὁ Χριστός ἔστιν· «σοφία τοῦ θεοῦ» αὐτός, «δύναμις θεοῦ» αὐτός, «δικαιοσύνη» θεοῦ αὐτός, «ἁγιασμὸς» αὐτός, «ἀπολύτρωσις» αὐτός, οὕτως φρόνησις αὐτός ἐστιν θεοῦ. Ἀλλὰ τὸ μὲν ὑποκείμε νον ἕν ἐστιν, ταῖς δὲ ἐπινοίαις τὰ πολλὰ ὀνόματα ἐπὶ δια φόρων ἐστίν, καὶ οὐ ταὐτὸν νοεῖς περὶ τοῦ Χριστοῦ, ὅτε νοεῖς αὐτὸν σοφίαν, καὶ ὅτε νοεῖς αὐτὸν δικαιοσύνην· ὅτε μὲν γὰρ σοφίαν, τὴν ἐπιστήμην λαμβάνεις τῶν θείων καὶ ἀνθρωπίνων, ὅτε δὲ δικαιοσύνην, τὴν τοῦ κατ' ἀξίαν ἀπονεμητικὴν δύναμιν ἐν τῷ παντί, καὶ ὅτε ἁγιασμόν, τὸν περιποιητικὸν τοῦ ἁγίους γενέσθαι τοὺς πιστεύοντας καὶ ἀνακειμένους τῷ θεῷ. Οὕτως οὖν καὶ φρόνησιν αὐτὸν νοήσεις, ὅτε ἐπιστήμη ἐστὶν ἀγαθῶν καὶ κακῶν καὶ οὐθε τέρων. Ἐπεὶ οὖν χωρίζεται τοῖς ἐν οὐρανῷ κατοικοῦσιν ἢ τοῖς «τὸν οὐράνιον ἄνθρωπον φοροῦσιν» <...> χωρίσαντος τὰ κακὰ ἀπὸ τῶν ἀγαθῶν, ἵνα μηκέτι μολύνηται ἐκεῖνος ὁ οὐρανὸς διὰ τὸ τῇ φρονήσει τοῦ θεοῦ ἐκτετάσθαι τὸν οὐρα νὸν μήτε ὁ δίκαιος ὢν οὐρανός-ἔστιν δὲ καὶ ὁ δίκαιος οὐρανός, ὡς παραστήσω-, εἴρηται· «Καὶ ἐξέτεινεν τὸν οὐρανὸν τῇ φρονήσει αὐτοῦ.» Πῶς οὖν ἐκτείνεται ὁ οὐρανός; Ἐκτεινούσης αὐτὸν τῆς σοφίας· δηλοῦται δὲ ὡς ἡ σοφία ἐκτείνει ἐν τῷ «ἐπειδὴ ἐξέ τεινον λόγους καὶ οὐ προσείχετε», καὶ λέγει ἔκτασίν τινα εἶναι λόγων. Οὕτως ἐκτείνεται ὁ οὐρανός, καὶ ἐν ἑκατοστῷ τρίτῳ λέγεται Ψαλμῷ·