ΚΕΦΑΛΑΙΟΝ Βʹ Ποίαν ἔσχεν ἀρχὴν ἡ περὶ τὰς συλλαβὰς τῶν αἱρετικῶν παρατήρησις.
ΚΕΦΑΛΑΙΟΝ Γʹ Ὅτι ἐκ τῆς ἔξωθεν σοφίας ἡ περὶ τῶν συλλαβῶν τεχνολογία.
ΚΕΦΑΛΑΙΟΝ Δʹ Ὅτι ἀπαρατήρητος τῇ Γραφῇ τῶν συλλαβῶν τούτων ἡ χρῆσις.
ΚΕΦΑΛΑΙΟΝ Εʹ Ὅτι καὶ ἐπὶ Πατρὸς λέγεται τὸ δι' οὗ, καὶ ἐπὶ Υἱοῦ τὸ ἐξ οὗ, καὶ ἐπὶ Πνεύματος.
ΚΕΦΑΛΑΙΟΝ Ζʹ Πρὸς τοὺς λέγοντας μὴ ἁρμόζειν ἐπὶ Υἱοῦ λέγεσθαι τὸ μεθ' οὗ, ἀλλὰ τὸ δι' οὗ.
ΚΕΦΑΛΑΙΟΝ Θʹ Ἀφοριστικαὶ ἔννοιαι περὶ τοῦ Πνεύματος τῇ τῶν Γραφῶν ἀκολουθοῦσαι διδασκαλίᾳ.
ΚΕΦΑΛΑΙΟΝ Ιʹ Πρὸς τοὺς λέγοντας μὴ χρῆναι συντάσσειν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα.
ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ Ὅτι παραβάται οἱ τὸ Πνεῦμα ἀρνούμενοι.
ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ Πρὸς τοὺς λέγοντας ἐξαρκεῖν καὶ μόνον τὸ εἰς τὸν Κύριον βάπτισμα.
ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ Αἰτίας ἀπόδοσις διὰ τὶ οἱ ἄγγελοι Πατρὶ καὶ Υἱῷ παρὰ τῷ Παύλῳ συμπαρελήφθησαν.
ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ Ἀπάντησις πρὸς ἀνθυποφορὰν ὅτι καὶ εἰς ὕδωρ βαπτιζόμεθα: ἐν ᾧ καὶ τὰ περὶ βαπτίσματος.
ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ Πρὸς τοὺς λέγοντας μὴ εἶναι δοξαστὸν τὸ Πνεῦμα.
ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ Μαρτυρίαι ἐκ τῶν Γραφῶν τοῦ κυριολογεῖσθαι τὸ Πνεῦμα.
ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ Ὅτι δοξολογία Πνεύματός ἐστιν ἡ τῶν προσόντων αὐτῷ ἀπαρίθμησις.
ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ Ὅτι τῇ ἐν συλλαβῇ ἀντὶ τῆς σὺν ἡ Γραφὴ κέχρηται, ἐν ᾧ καὶ ὅτι ἡ καὶ ἰσοδυναμεῖ τῇ σύν.
ΚΕΦΑΛΑΙΟΝ ΚϚʹ Ὅτι ὁσαχῶς λέγεται τὸ ἐν, τοσαυταχῶς καὶ ἐπὶ τοῦ Πνεύματος λαμβάνεται.
ΚΕΦΑΛΑΙΟΝ Λʹ Διήγησις τῆς παρούσης τῶν ἐκκλησιῶν καταστάσεως.
42. What is it that they maintain? Look at the terms of their imposture. “We assert that connumeration is appropriate to subjects of equal dignity, and sub-numeration to those which vary in the direction of inferiority.” “Why,” I rejoined, “do you say this? I fail to understand your extraordinary wisdom. Do you mean that gold is numbered with gold, and that lead is unworthy of the connumeration, but, because of the cheapness of the material, is subnumerated to gold? And do you attribute so much importance to number as that it can either exalt the value of what is cheap, or destroy the dignity of what is valuable? Therefore, again, you will number gold under precious stones, and such precious stones as are smaller and without lustre under those which are larger and brighter in colour. But what will not be said by men who spend their time in nothing else but either ‘to tell or to hear some new thing’? 4 Acts xvii. 21. Let these supporters of impiety be classed for the future with Stoics and Epicureans. What sub-numeration is even possible of things less valuable in relation to things very valuable? How is a brass obol to be numbered under a golden stater? “Because,” they reply, “we do not speak of possessing two coins, but one and one.” But which of these is subnumerated to the other? Each is similarly mentioned. If then you number each by itself, you cause an equality of value by numbering them in the same way but, if you join them, you make their value one by numbering them one with the other. But if the sub-numeration belongs to the one which is numbered second, then it is in the power of the counter to begin by counting the brass coin. Let us, however, pass over the confutation of their ignorance, and turn our argument to the main topic.
[42] Τί γὰρ λέγουσιν; Ὁρᾶτε αὐτῶν τῆς ἀλαζονείας τὰ ῥήματα. Ἡμεῖς τοῖς μὲν ὁμοτίμοις φαμὲν τὴν συναρίθμησιν πρέπειν: τοῖς δὲ πρὸς τὸ χεῖρον παρηλλαγμένοις τὴν ὑπαρίθμησιν. Καὶ τοῦτο τίποτε λέγετε; Οὐ γὰρ συνίημι ὑμῶν τῆς ἀλλοκότου σοφίας. Πότερον ὅτι χρυσὸς μὲν χρυσῷ συναριθμεῖται, ὁ δὲ μόλυβδος οὐκέτι τῆς συναριθμήσεως ἄξιος, ἀλλὰ διὰ τὸ τῆς ὕλης εὔωνον ὑπαριθμηθήσεται τῷ χρυσῷ; Καὶ τοσαύτην δύναμιν τῷ ἀριθμῷ μαρτυρεῖτε, ὡς ἢ τῶν εὐτελῶν τὴν ἀξίαν ὑπεραίρειν, ἢ τῶν πολυτιμήτων τὸ σεμνὸν καταβάλλειν; Οὐκοῦν πάλιν καὶ τὸν χρυσὸν τοῖς βαρυτίμοις τῶν λίθων ὑπαριθμήσεις, κἀκείνων τοῖς εὐανθεστέροις καὶ μείζοσι τοὺς ἀλαμπεστέρους καὶ μικροτέρους. Ἀλλὰ τί οὐκ ἂν εἴποιεν οἱ εἰς μηδὲν ἄλλο εὐκαιροῦντες ἢ λέγειν τι καὶ ἀκούειν καινότερον; Ὀνομαζέσθωσαν λοιπὸν μετὰ Στωϊκῶν καὶ Ἐπικουρείων οἱ διαψηφισταὶ τῆς ἀσεβείας. Τίς γὰρ ἂν καὶ γένοιτο πρὸς τὰ πολύτιμα τῶν ἀτιμοτέρων ἡ ὑπαρίθμησις; Ὁ χαλκοῦς ὀβολὸς τῷ χρυσῷ στατῆρι πῶς ὑπαριθμηθήσεται; Ὅτι οὐ λέγομεν, φησί, δύο κεκτῆσθαι νομίσματα: ἀλλ' ἓν καὶ ἕν. Πότερον οὖν τούτων ποτέρῳ ὑπαριθμεῖται; Ἐκφωνεῖται μὲν γὰρ ὁμοίως ἑκάτερον. Ἐὰν μὲν οὖν καθ' ἑαυτὸ ἕκαστον ἀριθμήσῃς, ὁμοτιμίαν ποιεῖς ἐν τῷ ὁμοίῳ τρόπῳ τῆς ἀριθμήσεως: ἐὰν δὲ συνάψῃς αὐτά, πάλιν ἑνοῖς τὴν ἀξίαν συναριθμῶν ἀλλήλοις ἀμφότερα. Εἰ δὲ ὅπερ ἂν δεύτερον ἀριθμηθῇ, τοῦτο ἕξει τὴν ὑπαρίθμησιν, ἐν τῷ ἀριθμοῦντί ἐστιν ἀπὸ τοῦ χαλκοῦ νομίσματος τῆς ἀριθμήσεως ἄρξασθαι. Ἀλλὰ τῆς ἀμαθίας τὸν ἔλεγχον ὑπερθέμενοι, ἐπὶ τὰ συνέχοντα τὸν λόγον τρέψωμεν.