[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. LIX. To Basil.
This was a case which any wiser man would have foreseen; but I who am very simple and foolish did not fear it in writing to you. My letter grieved you; but in my opinion neither rightly nor justly, but quite unreasonably. And whilst you did not acknowledge that you were hurt, neither did you conceal it, or if you did it was with great skill, as with a mask, hiding your vexation under an appearance of respect. But as to myself if I acted in this deceitfully or maliciously, I shall be punished not more by your vexation than by the truth itself; but if in simplicity and with my accustomed goodwill, I will lay the blame on my own sins rather than on your temper. But it would have been better to have set this matter straight, rather than to be angry with those who offer you counsel. But you must see to your own affairs, inasmuch as you are quite capable of giving the same advice to others. You may look upon me as very ready, if God will, both to come to you, and to join you in the conflict, and to contribute all that I can. For who would flinch, who would not rather take courage in speaking and contending for the truth under you and by your side?
[59] ΤΩΙ ΑΥΤΩΙ
Τοῦτο ἦν ὅπερ ἄλλος μὲν ἄν τις ὑπείδετο τῶν συνετωτέρων: ἐγὼ δὲ οὐκ ἔδεισα πρὸς σὲ γράφων, ὁ λίαν ἀρχαῖος καὶ μάταιος. Ἐλύπησέ σε τὰ γράμματα, ὡς δὲ ἐγώ φημι οὐκ ὀρθῶς οὐδὲ δικαίως, ἀλλὰ καὶ λίαν περιττῶς. Καὶ τὴν λύπην οὐχ ὡμολόγησας μέν, οὐκ ἔκρυψας δέ, εἰ καὶ σοφῶς τοῦτο ἐποίησας, ὥσπερ τινὶ προσωπείῳ τῇ αἰδοῖ τὸ τῆς λύπης καλύπτων πρόσωπον. Ἐγὼ δὲ εἰ μὲν δολερῶς καὶ κακοήθως τοῦτο ἐποίησα, οὐχ ὑπὸ τῆς σῆς λύπης μᾶλλον ἢ τῆς ἀληθείας βλαβήσομαι: εἰ δὲ ἁπλῶς καὶ μετὰ τῆς συνήθους εὐνοίας, τὰς ἐμὰς ἁμαρτίας, οὐ τὴν σὴν διάθεσιν αἰτιάσομαι. Πλήν γε ὅτι διορθώσασθαι ταῦτα μᾶλλον εἶχε καλῶς ἢ πρὸς τοὺς συμβουλεύοντας δυσχεραίνειν. Τὸ μὲν οὖν σὸν καὶ αὐτὸς ὄψει, καὶ ἄλλοις συμβουλεύειν τὰ τοιαῦτα ἱκανὸς ὤν: ἐμὲ δὲ προθύμως ἔχεις, ἐὰν διδῷ Θεός, καὶ παρεσόμενον καὶ συναγωνιούμενον καὶ τὰ δυνατὰ συνεισοίσοντα. Τίς γὰρ ἀναδύσεται; Τίς δὲ οὐ θαρρήσει ὑπὸ σοὶ καὶ μετὰ σοῦ περὶ τῆς ἀληθείας λέγων καὶ ἀγωνιζόμενος;