αὐτοκράτωρ, οὐκ οἶδ' εἴτε μετάμελος εὐθὺς ἐγεγόνει περὶ τῶν πεπραγμένων, εἴτε ἄλλως πως περὶ τὸν ἀνεψιὸν διετίθετο, οὔτε ὡς καίσαρι προσεῖχεν, οὔτε παρὰ τοὺς πολλοὺς εἶχεν, ἀλλ' οὐδὲ τὴν νενομισ μένην ἀπεδίδου τιμὴν, ἀλλὰ μέχρι τῶν παρασήμων ἐτήρει τοῦ ἀξιώματος. 4.25 Ἐγὼ γοῦν αὐτὸν ἐθεασάμην ἐν τοῖς βασιλικοῖς 4.25 ἀξιώμασι πόρρωθεν μὲν ἑστηκότα, ὅπως ἂν περὶ ἐκείνου χρηστόν τι τῷ βασιλεῖ προσενέγκαιεν· ἀλλ' οὐδὲ τραπέζης οὗτος ἐκοινώνει τῷ αὐτοκράτορι, εἰ μὴ ὅσον ἐν ταῖς κοιναῖς διεστιάσεσι τὸν τοῦ καίσαρος τόπον ἀναπληρῶν· εἰ δέ πού τις καὶ σκηνὴ τούτῳ παραπεπήγει δορυφόρους τε ἔχουσα καὶ εἴδωλόν τι τοῦ καίσαρος ἀποσῴζουσα, λανθάνουσά τε ἦν καὶ παρὰ τὴν <τῶν> τοῦ αὐτοκράτορος ἀδελφῶν τὴν προσποίησιν ἔχουσα. Ἐκεῖνοι γὰρ, ἐπειδὴ περὶ τῇ τοῦ ἀδελφοῦ ζωῇ ἔδεισαν καὶ περὶ τὸν ἀδελφιδοῦν τὰς ἐλπίδας ἀνήρτησαν, καὶ περιέποντες ἢ ὑποτρέχοντες θεραπείαν τε ἐκείνῳ βασιλικὴν κατεσκεύαζον καὶ τἄλλα ἐποίουν ὁπόσα δὴ τὴν τοῦ μέλλοντος ἑαυτοῖς εἶχεν οἰκονομίαν καὶ προ διοίκησιν· ὅθεν καὶ τὰς διατριβὰς τούτῳ οὐκ ἐν τῇ Κων σταντίνου ἀπένειμαν, ἀλλ' αὐτοῦ που πρὸ τῆς Πόλεως δια τάξαντες, τῷ μὲν δοκεῖν ὡς ἐπὶ σχήματι τῆς μεγίστης τιμῆς τοῦτο συννενοήκασι, τῇ δὲ ἀληθείᾳ ὑπερορία τις ἦν τὸ πρᾶγμα ἐπίδοξος· οὐ γὰρ ὁπότε βούλοιτο, ἀλλὰ κατὰ κελεύ σματά τε εἰσῄει καὶ αὖθις ἐξῄει, οὐδ' ὅσον ἐν ὀνείρασι τοῦ θείου καταπολαύων. 4.26 Ὁ δὲ ἀνὴρ οὗτος, ἵνα τι καὶ τούτου λόγον ποιήσωμαι, τὸ μὲν πατρῷον γένος ἀδοξότατος πάντη καὶ ἀφανέστατος καθεστήκει· ἦν γάρ οἱ ὁ πατὴρ ἐκ πανερήμου τινὸς ἀγροῦ ἤ τινος ἄλλης ἐσχατιᾶς ὡρμημένος, γῆν μὲν οὔτε σπείρων οὔτε φυτεύων, ἐπεὶ μηδὲ τῆς βραχυτάτης εὐπόρει, ἀλλ' οὐδὲ βουκολίῳ ἑπόμενος ἢ ποιμνίοις ἐπιστα τῶν ἢ ἀγελαιοκομῶν, οὐδ' ἄλλον τινὰ βίον ἔχων ἢ ἐπι δεικνύς· ἐπὶ δὲ τὴν θάλατταν τρέψας τὸν νοῦν οὐχ ὥστε ἐμπορεύεσθαι ἢ ναυτίλλεσθαι, ἢ ἐπὶ μισθῷ ἄγειν τοὺς ἀναγο μένους ἢ καταπλέοντας, ἀλλ' ἐπειδὴ τῆς γῆς ἀπεγνώκει καὶ πρὸς τὴν θάλασσαν ἐνενεύκει, χρῆμά τι μέγα τῇ ναυπηγίᾳ ὁ ἄνθρωπος ἦν, οὐ δρυοτομῶν οὐδ' ἀποξέων ἐκεῖθεν τὰ ναυ πηγήσιμα ξύλα οὐδ' ἁρμόττων ταῦτα καὶ συμπηγνύμενος, ἀλλ' ἐπειδὴ συμπήξαιεν ἕτεροι, αὐτὸς εὖ μάλα τὰ συμπε πηγμένα τῇ πίσσῃ διέχριε, καὶ οὐκ ἂν ἄλλως ἄρτι συμπη γνυμένη ναῦς κατήχθη πρὸς θάλασσαν, εἰ μὴ ἐκεῖνος διὰ τῆς τέχνης ἐχειροτόνησεν αὐτῇ τὸ ἐνδόσιμον. 4.27 Εἶδον τοῦτον κἀγὼ ἤδη μεταπεπλασμένον καὶ τῆς τύχης γινόμενον παίγνιον, καὶ ἦν αὐτῷ οὐδέν τι τῶν ἐπὶ τῆς σκηνῆς προσαρμόζον ἢ σύγκολλον, οὐχ ὁ ἵππος, οὐχ ἡ ἐσθὴς, οὐκ ἄλλο τι τῶν τῆς μεταποιήσεως· ἀλλ' ὥσπερ ἂν εἴ τις πυγμαῖος ὢν Ἡρακλῆς εἶναι βούλοιτο, κἂν πρὸς ἐκεῖνον ἑαυτὸν ἐθελήσειε μετασχηματίσασθαι, ἐλέγχεται μᾶλλον τῷ σχήματι, περιτρεπόμενος μὲν τῇ λεοντῇ, τῷ δὲ ῥοπάλῳ καταπονούμενος, οὕτω δὴ κἀκείνῳ πάντα εἰς τοὐ ναντίον περιΐστατο. 4.28 Τὸ μὲν εἰς πατέρα γένος αὐτῷ τοιοῦτον· εἰ δέ τις αὐτὸν καὶ μητρόθεν γενεαλογεῖν βούλοιτο, εἶτα ὑπερ βαίη τὸν θεῖον, οὐ πάνυ τι τοῦ πατρικοῦ διαστήσει γένους· ἀλλὰ τοιοῦτοι μὲν ἀφ' ὧν γεγένητο. Αὐτὸς δὲ ὅσα μὲν ἐς φρόνημα φέρει, κατάστασίν τε τὴν ἀρίστην καὶ τάξιν, ἢ τήν γε ἐν σχήματι, πόρρω ποι τῆς πρὸς τοὺς γεννήτορας ἀπῆν ὁμοιότητος· δεινὸς δὲ εἴπερ τις ἀνθρώπων πῦρ μὲν ὑπὸ σποδιᾷ κρύψαι, γνώμην φημὶ πονηρὰν ὑπ' εὐνοίας προσχήματι, ἄτοπά τε ἐνθυμηθῆναί τε καὶ βουλεύσασθαι, ἀγνωμονέστατός τε πρὸς εὐεργέτας καὶ μηδενὶ χάριν εἰδὼς, μήτε φιλίας, μήτε τῆς περὶ ἐκεῖνον ἐπιμελείας καὶ θερα πείας· ἀλλ' ἐδύνατο δὴ ταῦτα πάντα συγκαλύψαι ἡ ἐκείνου προσποίησις. Ἐπειδὴ γὰρ εἰς τὴν τοῦ καίσαρος τύχην ἀνεληλύθει, οὐ βραχὺν ἐνέμεινε χρόνον, καὶ τὸ σχῆμα τῆς βασιλείας ἑαυτῷ καὶ τοῦτο