1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

33

διαθήκης ταύτης, καὶ λαλήσατε πρὸς ἄνδρας Ἰούδα καὶ τοὺς κατοικοῦντας Ἱερουσαλήμ. Καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει κύριος ὁ θεὸς <Ἰσραὴλ>· ἐπικατάρατος ἄνθρωπος ὃς οὐκ ἀκού σεται τῶν λόγων τῆς διαθήκης, ἧς ἐνετειλάμην τοῖς πατρά σιν ὑμῶν.» Τίς μάλιστα ἀκούει «τῶν λόγων τῆς δια θήκης ἧς ἐνετείλατο ὁ θεὸς τοῖς πατράσιν»; Ἆρά γε οἱ πιστεύοντες ἐπ' αὐτὸν ἢ οἱ μηδὲ Μωσεῖ πιστεύειν ἀποδεικ νύμενοι ἐκ τοῦ μὴ πεπιστευκέναι ἐπὶ τὸν κύριον; Φησὶ γὰρ ὁ σωτὴρ πρὸς ἐκείνους· «Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν· εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε;» Οὐκοῦν ἐκεῖνοι εἰς Μωσῆν οὐ πεπι στεύκασιν, ἡμεῖς δὲ πιστεύοντες εἰς Χριστὸν πιστεύομεν τῇ διαθήκῃ τῇ διὰ Μωσέως, καὶ πρὸς ἡμᾶς λέγεται, ἵνα μὴ κατάρατοι γενώμεθα· «Ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης, ἧς ἐνετειλάμην τοῖς πατράσιν.» Ἐκεῖνοι οὖν ἔχουσιν τὸ ἐπικατάρατοι εἶναι· οὐ γὰρ ἤκουσαν τῆς διαθήκης, ἧς ἐνετείλατο ὁ θεὸς τοῖς πατράσιν «ἐν ἡμέρᾳ» φησὶν «ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς». Καὶ ἡμᾶς ἑξήγαγεν ὁ θεὸς «ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς», μάλιστα κατὰ τὸν νοήσαντα τὸ γεγραμμένον ἐν τῇ Ἀποκα λύψει Ἰωάννου, ὅτι ὁ τόπος «ὅπου ὁ κύριος αὐτῶν ἐσταυ ρώθη καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος». Εἰ γὰρ «πνευματικῶς καλεῖται Αἴγυπτος», οὐκ ἔστιν δὲ αὕτη ἡ Αἴγυπτος ἡ πνευματικῶς καλουμένη Αἴγυπτος, αἰσθητὴ γάρ, δῆλον ὅτι ἐὰν νοήσῃς τὴν πνευματικῶς καλουμένην Αἴγυπτον καὶ ἐξέλθῃς ἀπ' αὐτῆς, σὺ εἶ ὁ ἐξελθὼν «ἐκ γῆς Αἰγύπτου καὶ ἐκ τῆς καμίνου τῆς σιδηρᾶς» καὶ λέγεται πρὸς σέ· «Ἀκούσατε τῆς φωνῆς μου καὶ ποιή σατε κατὰ πάντα» ταῦτα. Εἶτ' ἐπαγγελία τοῦ θεοῦ ἐστι πρὸς τοὺς ἀκούοντας, ἐὰν ποιήσωσιν ἃ ἐντέταλται, λέγουσα· «Καὶ ἔσεσθέ μοι εἰς λαὸν κἀγὼ ἔσομαι ὑμῖν εἰς θεόν.» Οὐ πᾶς ὁ λέγων λαὸς εἶναι θεοῦ λαὸς ἔστιν θεοῦ. Ἐκεῖνος οὖν ὁ ἐπαγγει λάμενος εἶναι λαὸς θεοῦ «οὐ λαός μου ὑμεῖς» ἤκουσαν ἐν τῷ «διότι οὐ λαός μου ὑμεῖς», καὶ ἐρρήθη πρὸς τὸν λαὸν ἐκεῖνον «οὐ λαός μου», καὶ πάλιν οὗτος ὁ λαὸς ἐκλήθη «λαός»· «αὐτοὶ» γὰρ «παρεζήλωσάν με ἐπ' οὐ θεῷ»-περὶ ἐκείνων δὲ λέγει- »παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει, 9.3 ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς». Γεγόναμεν οὖν ἡμεῖς τῷ θεῷ εἰς λαόν, καὶ «ἡ δικαιοσύνη τοῦ θεοῦ ἀναγ γέλλεται τῷ λαῷ τῷ τεχθησομένῳ» τῷ ἀπὸ τῶν ἐθνῶν. Οὗτος γὰρ ὁ λαὸς τίκτεται ἀθρόως, καὶ ἐν τῷ προφήτῃ δὲ εἴρηται· «Εἰ ἐτέχθη ἔθνος <εἰς> ἅπαξ»· ἐτέχθη δὲ ἔθνος εἰς ἅπαξ, ὅτε ἐπιδεδήμηκεν ὁ σωτὴρ καὶ ἐπίστευσαν ἐν μιᾷ ἡμέρᾳ «χιλιάδες πέντε» καὶ προσετέθησαν ἄλλῃ ἡμέρᾳ χιλιάδες τρεῖς, καὶ ἔστιν ἰδεῖν ὅλον λαὸν τικτό μενον λόγῳ θεοῦ καὶ ἀθρόως τίκτουσαν τὴν στεῖραν, τὴν πρότερον οὐ τεκοῦσαν, πρὸς ἣν λέγεται· «Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα»· ἔρημος αὕτη νόμου, ἔρημος αὕτη θεοῦ ἦν, ἔχουσα δὲ ἄνδρα τὸν νόμον ἐκείνη ἡ συναγωγὴ λέλεκται. Τί οὖν μοι ἐπαγγέλλεται ὁ θεός; «Ἔσεσθέ μοι εἰς λαὸν κἀγὼ ἔσομαι ὑμῖν εἰς θεόν.» Οὐκ ἔστιν πάντων θεὸς ἀλλ' ἢ ἐκείνων οἷς χαρίζεται ἑαυτόν, ὥσπερ ἐχαρίσατο ἑαυτὸν τῷ πατριάρχῃ ἐκείνῳ ᾧ εἶπεν· «Ἐγὼ θεὸς σός», καὶ πάλιν ἄλλῳ· «Ἐγὼ ἔσομαί σου θεός», καὶ περὶ ἑτέρων· «Ἔσομαι αὐτῶν θεός.» Πότε οὖν ἄρα ἡμεῖς ἐπιτυγχάνομεν, ὁ καθ' ἕκαστον λέγω, εἰς τὸ τὸν θεὸν εἶναι ἡμῶν θεόν; Εἰ δὲ θέλεις μαθεῖν, τίνων ἐστὶν ὁ θεὸς καὶ τίνι χαρίζεται τὴν ἑαυτοῦ ἐπίκλησιν· «Ἐγώ» φησιν «θεὸς Ἀβραάμ, θεὸς Ἰσαάκ, θεὸς Ἰακώβ», καὶ διηγούμενος τὸ τοιοῦτον ὁ σωτήρ φησιν· «Ὁ θεὸς οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων.» Τίς ὁ νεκρός; Ὁ ἁμαρτωλός, ὁ μὴ ἔχων τὸν εἰπόντα· «Ἐγώ εἰμι ἡ ζωή», ὁ ἔχων «νε κρὰ ἔργα», ὁ μηδέπω μετανοήσας ἀπὸ «νεκρῶν ἔργων», περὶ ὧν φησιν ὁ ἀπόστολος· «Μὴ πάλιν θεμέλιον κατα βαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων.» Εἰ τοίνυν «ὁ θεὸς οὐκ ἔστιν νεκρῶν θεὸς ἀλλὰ ζών των», καὶ οἴδαμεν τίς