1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

34

ἐστιν ὁ ζῶν, ὅτι ὁ πολιτευόμενος κατὰ Χριστὸν καὶ μένων μετ' αὐτοῦ, εἰ βουλόμεθα ἵνα ἡμῶν ᾖ ὁ θεός, ἀποταξώμεθα τοῖς ἔργοις τῆς νεκρότητος, ἵνα τὴν ἐπαγγελίαν αὐτοῦ πληρώσῃ τὴν λέγουσαν· «Καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς θεόν, ὅπως στήσω τὸν ὅρκον μου ὃν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τοῦ δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι.» Τήρει γὰρ ὅτι λέγει· «Στήσω τὸν ὅρκον μου ὃν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τοῦ δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι», ὡς μηδέπω δεδωκὼς αὐτοῖς τὴν «γῆν ῥέουσαν γάλα καὶ μέλι»· αὕτη γὰρ οὐκ ἔστιν ἡ γῆ, ἣν ἐπηγγείλατο ὁ θεὸς «ῥέουσαν γάλα καὶ μέλι», ἀλλ' ἔστιν ἐκείνη, περὶ ἧς ἐδίδασκεν ὁ σωτὴρ λέγων· «Μακά ριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» 9.4 Εἶτα πρὸς τὰ προειρημένα ὑπὸ τοῦ κυρίου ἀποκρίνεται ὁ προφήτης, πρὸς τὸ «ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης ταύτης», καί φησι· «Καὶ ἀπεκρίθην καὶ εἶπα· γένοιτο, κύριε.» Τί «γένοιτο, κύριε»; Ἐπικατάρατος ὃς οὐκ ἐμμενεῖ «τοῖς λόγοις τῆς διαθήκης ταύτης». «Καὶ εἶπεν κύριος πρός με· ἀνάγνωθι τοὺς λόγους τούτους ἐν πόλεσιν Ἰούδα καὶ ἔξωθεν Ἱερουσαλήμ»-καὶ τοῖς ἔξω ἀναγινώσκομεν τοὺς λόγους τοῦ θεοῦ προσκαλούμενοι αὐτοὺς ἐπὶ σωτηρίαν- <«λέγων· ἀκούσατε> τοὺς λόγους τῆς διαθήκης ταύτης καὶ ποιήσατε αὐτούς. Καὶ οὐκ ἐποίη σαν. Καὶ εἶπεν κύριος πρός με· εὑρέθη σύνδεσμος ἐν ἀνδρά σιν Ἰούδα καὶ ἐν τοῖς κατοικοῦσιν Ἱερουσαλήμ.» Ἢμέλλομεν μετανοεῖν ἐπὶ τοῖς εἰρημένοις ἁμαρτήμασι περὶ ἀνδρῶν Ἰούδα, εἰδότες ὅτι ἐσμὲν οἱ ἄνδρες Ἰούδα διὰ τὸν Χριστὸν Ἰούδα προφητευθέντα καὶ λεχθέντα; Μήποτε γὰρ ἐπεὶ ἐν ἡμῖν εἰσιν ἁμαρτωλοί τινες καὶ παρὰ τὸν ὀρθὸν λόγον πράττοντες, διὰ τοῦτο λέγει ὁ προφήτης· «Εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα καὶ ἐν τοῖς κατοικοῦσιν Ἱερουσαλήμ»· ὅταν γὰρ εὑρεθῇ ἔν τισι χρηματίζουσιν ἀπὸ τῆς ἐκκλησίας «σύνδεσμος ἀδικίας» καὶ σύνδεσμος τῶν ἁμαρτημάτων, ὥστ' ἂν ἐφαρμόσαι ἐπὶ τοῦ ἁμαρτωλοῦ τὸ «σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγε ται», λέγοι ἂν ὁ θεός· «Εὑρέθη σύνδεσμος ἐν ἀνδρά σιν Ἰούδα.» Ἀλλὰ μὴ εὑρεθείη σύνδεσμος ἐν ἡμῖν. Πῶς δὲ οὐχ εὑρίσκεται σύνδεσμος ἐν ἡμῖν, εἰ καὶ μέχρι τοῦ δεῦρό ἐστιν σύνδεσμος ἔν τισιν; «Λῦε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, πᾶ σαν συγγραφὴν ἄδικον διάσπα. ∆ιάθρυπτε πεινῶντι τὸν ἄρτον σου.» «Εὑρέθη» οὖν «σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα καὶ ἐν τοῖς κατοικοῦσιν Ἱερουσαλήμ· ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον.» «Ἐπεστρά φησαν ἐπὶ τὰς ἀδικίας» τίνων; <Οὐ> λέγει ἁπλῶς· τῶν πατέρων· τίς ἡ προσθήκη; «Ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον.» Ἐλέγομεν ταῦτα λέγεσθαι πρὸς ἡμᾶς καὶ τοὺς ἐν ἡμῖν ἁμαρτάνοντας· πῶς οὖν οἱ ἐν ἡμῖν ἁμαρτάνοντες ἐπεστράφησαν οὐκ «ἐπὶ τὰς ἀδικίας τῶν πατέρων», ἀλλὰ «τῶν πατέρων τῶν πρότερον»; Μήποτε οὖν διττοί εἰσιν οἱ πατέρες ἡμῶν, καὶ ἔστιν μὲν ἐν ἡμῖν εἶδος πατέρων τὸ χεῖρον· πρὶν πιστεῦ σαι γὰρ υἱοὶ ἦμεν φέρ' εἰπεῖν τοῦ διαβόλου, ὡς δείκνυσιν ὁ λόγος ὁ εὐαγγελικὸς λέγων· «Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ», ὅτε δὲ πεπιστεύκαμεν, γεγόναμεν «υἱοὶ θεοῦ». Ἐπὰν οὖν ἁμαρτάνωμεν, ἐπιστρέφομεν ἐπὶ τὰς ἀδικίας οὐχ ἁπαξαπλῶς τῶν πατέρων, ἀλλὰ τῶν πρότερον πατέρων. Εἰς δὲ τὸ παραστῆσαι ὅτι διττοὶ ἡμῶν εἰσιν οἱ πατέρες, χρήσομαι ῥητοῖς ἀπὸ τοῦ τεσσαρακοστοῦ τετάρτου Ψαλμοῦ οὕτως ἔχουσιν· «Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου.» Πατὴρ λέγει· «ἐπιλάθου τοῦ οἴκου τοῦ πατρός σου»· ὡς γὰρ πατὴρ λέγει· «ἄκουσον, θύγα τερ». Οὐκοῦν διττοὶ οἱ πατέρες ἡμῶν εἰσιν. Ἀλλὰ «ἐπιλά θου τοῦ οἴκου τοῦ πατρός σου» τοῦ προτέρου. Ἐὰν ἐπιλα θόμενός σου τοῦ οἴκου τοῦ προτέρου πάλιν ἐπιστρέψῃς ἐπὶ τὰ ἁμαρτήματα, σὺ πεποίηκας τὰ λεγόμενα ἐνθάδε ἁμαρτή ματα. «Ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον.» Ἔλεγον ὅτι καὶ ὁ διάβολος πρότερον ἦν ἡμῶν πατήρ, πρὶν γένηται ἡμῶν ὁ θεὸς πατήρ, εἴγε καὶ νῦν οὐκ ἔστιν ἡμῶν ὁ διάβολος πατήρ· ὅπερ