[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. LXIX.
[69] ΤΩΙ ΑΥΤΩΙ
Ἔχω τὴν ὑπόσχεσιν καὶ θαρρῶ τῷ τρόπῳ δι' ὃν ἔχω καὶ τὴν δωρεάν. Μάλιστα μὲν οὖν οἶδε τὸ μέτρον τῶν ἐπιδόσεων καὶ τῶν ἀντιδόσεων ὁ μέγας τῶν χρεῶν διαλύτης: εἰ δὲ καὶ ἐφ' ἡμῖν ἐστι τὰ τοιαῦτα συντίθεσθαι, παρ' ἡμῶν ἡ θυσία, παρὰ σοῦ τὸ φιλάνθρωπον. Μερισώμεθα τὴν ἀντίδοσιν.