[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. LXX.
[70] ΕΥΤΡΟΠΙΩΙ
Τί τοῦτο; Εὐτρόπιος ὁ μέγας ἐν ἡμετέροις: καὶ ἡμεῖς ἀκούομεν, ἀλλ' οὐκ ἀπολαύομεν. Ὁ δὲ Τάνταλος ἐκεῖνος τί ποτ' ἄλλο ἢ τοῦτο ἦν, ἐν μέσαις πηγαῖς δίψει τηκόμενος; Σὺ μὲν οὖν ποθεῖς τὴν συντυχίαν τὴν ἡμετέραν, ὡς γράφεις, καὶ καλῶς ποιεῖς: ἔδει γὰρ ὄντα σε ὅπερ εἶ μὴ περιφρονεῖν τοὺς φίλους, ἀλλὰ καὶ ὁδοῦ πάρεργον εὖ ποιεῖν ἡμᾶς καὶ ταῦτα τιμᾶν μετὰ τὴν ἀρχὴν ἃ καὶ ἄρχων τιμᾶν ἠξίους. Ἐμὲ δὲ πῶς οἴει διακεῖσθαι καὶ τίνα ἔχειν τὴν ψυχήν, ποθοῦντα μὲν οὐχ ἧττον, εἰ μὴ καὶ μᾶλλον, ὡς τὸ εἰκὸς (τὸ γὰρ αἰδεσιμώτερον, ποθεινότερον), τῇ δὲ ἀρρωστίᾳ πεπεδημένον; Σὺ δέ μοι γενοῦ τὸ Αἰγύπτιον φάρμακον, εἴτε λόγος τοῦτο ἦν, εἴτε τι ἕτερον, ᾧ φαρμακεύει τὰς ψυχὰς Ὅμηρος ἐν ταῖς λύπαις. Γενήσῃ δὲ πῶς; Πρῶτον μὲν συγγινώσκων, ἕτοιμον γὰρ τὸ χρηστὸν εἰς συγγνώμην: ἔπειτα παιδεύων ἡμᾶς ἐξ ὧν ἂν ἐπιστέλλῃς, ἐπεὶ καὶ ἄρχοντά σε τῆς ἀρετῆς μᾶλλον ἢ τῆς ἐξουσίας θαυμάζειν εἴχομεν.