ἐπιρρωνύντος, ἀνέβαινέ τε τὸν ἵππον καὶ τῆς ἕδρας εἴχετο καρτερῶς καὶ τῷ χαλινῷ τοῦτον ἐρρύθμιζε δεξιῶς, εἶτα δὲ εἵπετο συνδέων τὰ τμήματα, καὶ θαῦμα τοῖς ὁρῶσι γινό μενος. 4.45τ Περὶ τῆς τοῦ Ἀλουσιάνου πρὸς τοὺς Βουλγάρους ἀποφυγῆς. Ἔτι δὲ τοῦ πολέμου ἀναβολὴν ἔχοντος, γίνεταί τι τῶν θαυμασιωτάτων καὶ τοῖς ἐκείνου μικροῦ δεῖν παρα πλήσιον· ὁ γάρ τοι χαριέστερος τῶν τοῦ Ἀαρὼν υἱέων (οὗτος δὲ βασιλεὺς ἐγεγόνει τοῦ ἔθνους), Ἀλουσιάνος τὴν κλῆσιν, τό τε ἦθος ἡδὺς καὶ τὴν γνώμην λαμπρὸς, καὶ τὴν τύχην ἐπίσημος, αἰτιώτατος τῆς νίκης τῷ βασιλεῖ γίνεται, οὐ τοῦτο βουλόμενος, ἀλλὰ πρὸς τοὐναντίον ὁρμήσας· ἀλλ' ὁ κινήσας τοῦτον Θεὸς ἐκ τῶν ἐναντίων περιποιεῖται τὴν νίκην τῷ βασιλεῖ. 4.46 Οὗτος γὰρ ὁ Ἀλουσιάνος, οὐ πάνυ τι τῷ βασι λεῖ κατὰ γνώμην γενόμενος, οὔτε βουλῆς μετεῖχεν, οὔτε τινὸς ἐκοινώνει λαμπρότητος, ἀλλ' ἦν αὐτῷ προστεταγμένον ἐπ' οἴκου τε μένειν, καὶ μὴ ἄλλως εἰσιέναι εἰς τὸ Βυζάντιον, εἰ μὴ βασιλεὺς αὐτὸς ἐπικελεύσει τὴν εἴσοδον· ἀθύμως οὖν καὶ δυσμενῶς εἶχε τῷ πράγματι, ἀλλ' οὐκ ἦν ὅτι καὶ δράσειε τέως. Ἐπεὶ δὲ τὰ περὶ τοῦ ἔθνους ἐγνώκει, καὶ ὅτι ἐρημίᾳ τοῦ βασιλείου γένους τὸν νόθον καὶ πεπλασμένον ἑαυτοῖς βασιλεύειν εἵλοντο, τολμᾷ τι νεανικώτερον· καὶ κατολιγωρεῖ μὲν παίδων, στοργὴν δὲ ἀποτίθεται γυναικὸς, καὶ μηδενὶ τούτων θαρρήσας τὸ βούλευμα, ἀλλ' ὀλίγοις τισὶ τῶν περὶ αὑτὸν ὅσους ᾔδει ῥέκτας ἀτόπων ἔργων καὶ τολμητίας, ἐξ ἄκρας σχεδὸν ἑῴας ἐπὶ τὴν ἑσπέραν χωρῆσαι τολμᾷ, καὶ, ἵνα μηδὲν γνωσθείη, μηδὲ τοῖς ἐν τῇ πόλει κατάδηλος γένοιτο, μεταμφιέννυσι παντάπασιν ἑαυτὸν, οὐ τὰ μὲν ἀφελὼν, τὰ δ' ἀφεὶς τῷ σώματι τῆς ἀρχαίας περιβολῆς, ἀλλὰ σχηματισάμενος κατὰ τὸν μισθοφόρων τρόπον τοὺς πάντων διέλαθεν ὀφθαλμούς. 4.47 Τῷ γοῦν τοῦ λόγου πατρὶ, ὡς ὕστερόν μοι εἰρήκει, δίς που καὶ τρὶς ἐπὶ τῆς μεγαλοπόλεως προσεγέ νετο· ἦν γάρ μοι ἐθὰς ὁ ἀνὴρ, καί με ἠσπάζετο εὐμενῶς, ἀλλ' οὐδ' ὣς ἐγνώκειν, ὥσπερ οὐδ' ἄλλος τις οἷς ἐκεῖνος πεπλησίακε. ∆ιέδρα οὖν καὶ τὴν πολυόμματον τοῦ ὀρφα νοτρόφου δύναμιν, καὶ οὐδὲ τούτῳ γέγονεν ἁλωτός· καίτοι γε ἀφανὴς ἀθρόον γενόμενος τὰς τῶν κρατούντων γνώμας διήγειρεν, εἴ πως ἔνεστιν τοῦτον εὑρεῖν τε καὶ κατασχεῖν· καὶ, ἵν' οὕτως εἴποιμι, πάντας λαθὼν ὀφθαλμοὺς ἐπὶ τῆς τῶν Βουλγάρων γίνεται γῆς, καὶ οὐκ εὐθὺς ἑαυτὸν δῆλον τοῖς πολλοῖς καθιστᾷ, ἀλλ' ἐν μέρει τισὶ προσιὼν, καὶ περὶ τοῦ πατρὸς ὡς περὶ ἀλλοτρίου λόγον ποιούμενος, καὶ τὴν ἐκείνου γενεὰν αἴρων, καὶ λαμβάνων διάπειραν ὡς εἴ γέ τις τῶν ἐκείνου παίδων ἐνταυθοῖ ἐγεγόνει, πότερον ἀνθείλοντο οἱ ἀποστατήσαντες τοῦ νόθου τὸν γνήσιον, ἢ ἐπειδὴ οὗτος τῶν ὅλων προέστη, ἐν καρὸς ἐκεῖνος ἐλογίσθη μοίρᾳ; 4.48 Ἐπεὶ δὴ πάντας ἑώρα τοῦ ἀμφιβόλου τὸν ἀποδεδειγμένον προκρίνοντας, τολμᾷ πως ἑνὶ τούτων, ὃν μᾶλλον ἐγνώκει περὶ τὸ γένος θερμότερον, ἑαυτὸν μυστη ριωδῶς ἀνειπεῖν· ὁ δὲ τοὺς ὀφθαλμοὺς ἐπερείσας εὐθὺς πρὸς ἐκεῖνον, ἦν γὰρ ἀκριβῶς αὐτὸν ἐπιστάμενος, καὶ τὸ εἶδος ἀναλαβὼν προσπίπτει τοῖς ἐκείνου γόνασι καὶ τοὺς πόδας καταφιλεῖ, ἔπειτά τι καὶ κρύφιον ἀπαιτεῖ γνώρισμα, ἵνα παντάπασιν ἀνενδοίαστος μένῃ· τὸ δὲ ἦν χρῶμά τι μέλαν τοῦ δεξιοῦ κατακεχυμένον ἀγκῶνος τριχὶ δασείᾳ ἐξηνθηκός· ὡς δὲ καὶ τοῦτο εἶδεν, ἔτι μᾶλλον προσφὺς τὸν τράχηλόν τε τούτου καὶ τὸ στῆθος καταφιλεῖ, καὶ δεξιῶς ἄμφω τὸ ἔργον μεταχειρίζονται· ἑκάστοις γοῦν προσιόντες ἐν μέρει τὴν φήμην ἐπηύξησαν, καὶ πρὸς τὸ γνήσιον οἱ πλείους σπέρμα τὰς γνώμας μετέθεσαν. Γέγονεν οὖν ὡσανεὶ πολυαρχία ἡ μοναρχία, τῶν μὲν τοῦτον, τῶν δὲ ἐκεῖνον αἱρουμένων· εἶτα δὴ καὶ πρὸς ἀλλήλους σπεύδονται, καὶ τοὺς ἡγεμόνας