35
παραστήσομεν καὶ ἀπὸ τῆς Ἰωάννου καθολικῆς ἐπιστολῆς, ἐν ᾗ γέγραπται· «Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννη ται.» Εἰ «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται», οἱονεὶ τοσαυτάκις ἐκ τοῦ διαβόλου γεγεν νήμεθα ὁσάκις ἁμαρτάνομεν. Ταλαίπωρος οὖν οὗτός ἐστιν, ὃς ἀεὶ γεννᾶται ἐκ τοῦ διαβόλου, ὥσπερ πάλιν μακάριος ὁ ἀεὶ γεννώμενος ὑπὸ τοῦ θεοῦ· οὐ γὰρ ἅπαξ ἐρῶ τὸν δίκαιον γεγεννῆσθαι ὑπὸ τοῦ θεοῦ, ἀλλ' ἀεὶ γεννᾶσθαι καθ' ἑκάστην πρᾶξιν ἀγαθήν, ἐν ᾗ γεννᾷ τὸν δίκαιον ὁ θεός. Ἐὰν οὖν ἐπιστήσω σε ἐπὶ τοῦ σωτῆρος, ὅτι οὐχὶ ἐγέννησεν ὁ πατὴρ τὸν υἱὸν καὶ ἀπέλυσεν αὐτὸν ὁ πατὴρ ἀπὸ τῆς γενέσεως αὐτοῦ, ἀλλ' ἀεὶ γεννᾷ αὐτόν, παραστήσω καὶ ἐπὶ τοῦ δικαίου παραπλήσιον. Ἴδωμεν δὲ τίς ἡμῶν ἐστιν ὁ σωτήρ· «Ἀπαύγασμα δόξης.» Τὸ ἀπαύγασμα τῆς δόξης οὐχὶ ἅπαξ γεγέννηται καὶ οὐχὶ γεννᾶται· ἀλλὰ ὅσον ἐστὶν τὸ «φῶς» ποιητικὸν τοῦ ἀπαυγάσματος, ἐπὶ τοσοῦτον γεννᾶται τὸ ἀπαύγασμα τῆς δόξης τοῦ θεοῦ. Ὁ σωτὴρ ἡμῶν «σοφία» ἐστὶν «τοῦ θεοῦ»· ἔστιν δὲ ἡ σοφία «ἀπαύγασμα φωτὸς ἀιδίου». Εἰ οὖν ὁ σωτὴρ ἀεὶ γεννᾶται, -καὶ διὰ τοῦτο λέγει· «Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», οὐχὶ δέ· πρὸ δὲ πάντων βουνῶν γεγέννηκέν με, ἀλλά· «πρὸ πάντων βουνῶν γεννᾷ με», -καὶ ἀεὶ γεννᾶται ὁ σωτὴρ ὑπὸ τοῦ πατρός, οὕτως καὶ σὺ ἐὰν ἔχῃς «τὸ τῆς υἱοθεσίας πνεῦμα», ἀεὶ γεννᾷ σε ἐν αὐτῷ ὁ θεὸς καθ' ἕκαστον ἔργον, καθ' ἕκαστον διανόημα, καὶ γεννώμενος οὕτως γίνῃ ἀεὶ γεννώμε νος υἱὸς θεοῦ ἐν Χριστῷ Ἰησοῦ· ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 10.t Εἰς τὸ «γνώρισόν μοι, κύριε, καὶ γνώσομαι» μέχρι τοῦ «συνάξατε πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ καταφαγεῖν αὐτήν». Ὁμιλία ιʹ. 10.1 Εἰ θεοῦ λόγιά ἐστιν ἐν νόμῳ καὶ προφήταις, εὐαγγελίοις τε καὶ ἀποστόλοις, δεήσει τὸν μαθητευόμενον θεοῦ λογίοις διδάσκαλον ἐπιγράφεσθαι θεόν· «Ὁ» γὰρ «διδάσκων ἄνθρωπον γνῶσιν» ὁ θεός ἐστιν, ὡς καὶ ἐν Ψαλμοῖς γέγρα πται, καὶ ὁ σωτὴρ δὲ μαρτυρεῖ μὴ δεῖν ἐπιγράφεσθαί τινα διδάσκαλον ἐπὶ τῆς γῆς λέγων· «Καὶ ὑμεῖς μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος, ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς»· <«ὁ πατὴρ» δὲ «ὁ ἐν τοῖς οὐρανοῖς»> διδάσκει ἤτοι καθ' αὑτὸν ἢ διὰ τοῦ Χρι στοῦ ἢ ἐν ἁγίῳ πνεύματι ἢ διὰ Παύλου, φέρ' εἰπεῖν, ἢ διὰ Πέτρου ἢ διά τινος τῶν ἄλλων ἁγίων, μόνον θεοῦ πνεῦμα καὶ θεοῦ λόγος ἐπιδημείτω καὶ διδασκέτω. Ταῦτά μοι πρὸς τί εἴρηται; Ἐπειδήπερ φησὶν ὁ προφήτης· «Γνώρισόν μοι, κύριε, καὶ γνώσομαι»· οὐ γὰρ γνώσομαι, ἐὰν μὴ σύ μοι γνωρίσῃς, ἐὰν δὲ γνωρίζοντος σοῦ ἐμοὶ γνῶ, «τότε» ὄψομαι «τὰ ἐπιτηδεύματα αὐτῶν» καὶ νοήσω, ὃ ἕκαστος πράττει καὶ ποίας ἐστὶν προαιρέσεως. Ταῦτα ὁ προφήτης· εἶτα ὁ σωτὴρ ἐν τῷ προφήτῃ ἴδωμεν τίνα λέγει· «Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων. Ἐπ' ἐμὲ ἐλογίσαντο λογισμόν, λέγοντες· δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρί ψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι»· ὡς φησὶν καὶ ὁ προφήτης Ἡσαΐας, Χρι στὸς «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐ τοῦ». Ἐκεῖ μὲν οὖν περὶ αὐτοῦ Ἡσαΐας λέγει, ἐνταῦθα δὲ ὁ Χριστὸς περὶ αὑτοῦ· «Ἐγὼ» φησὶν «ὡς ἀρνίον ἄκακον ἐπὶ σφαγὴν ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων.» Οὐκ εἶπεν τί οὐκ ἔγνω. Οὐ γὰρ εἴρηκεν· οὐκ ἔγνων κακά, οὐκ εἴρηκεν· οὐκ ἔγνων ἀγαθά, οὔτε εἴρηκεν· οὐκ ἔγνων ἁμαρτίαν, ἀλλ' ἁπλῶς «οὐκ ἔγνων». Σοὶ οὖν καταλέλοι πεν ἐξετάζειν τί οὐκ ἔγνω, καὶ μάνθανε τί οὐκ ἔγνω ἀπὸ τοῦ «τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίη σεν»· γνῶναι γὰρ ἁμαρτίαν ἁμαρτῆσαί ἐστιν, ὡς γνῶναι δικαιοσύνην δικαιοπραγῆσαί ἐστιν· ὁ οὖν ἀπαγγέλλων τὰ περὶ δικαιοσύνης καὶ μὴ δικαιοπραγῶν οὐκ ἔγνω δικαιο σύνην. 10.2 «Ἐπ' ἐμὲ ἐλογίσαντο λογισμόν, λέγοντες· δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ.» Ὅτι μὲν ἐσταύ ρωσαν αὐτὸν Ἰουδαῖοι, δῆλον τοῦτό ἐστιν καὶ παρρησίᾳ τοῦτο κηρύσσομεν· πῶς δὲ τοῦτο ἐφαρμόσεις τῷ «ἐλογί σαντο ἐπ' ἐμὲ λογισμόν, λέγοντες· δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ», ἔργον ἐστὶ