[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. LXXI.
[71] ΤΩΙ ΑΥΤΩΙ
Ἄλλος μὲν ἄλλο τι τῶν σῶν ἐπαινείτω, πάντως δὲ ἀρκέσεις γλώσσαις πολλαῖς μεριζόμενος: ἐγὼ δὲ ὃ μάλιστα θαυμάσας ἔχω, τοῦτο ἐρῶ. Τοσοῦτόν σοι καλοκἀγαθίας καὶ λόγων περίεστιν ὥστε σοι καὶ τοῦτο μόνον φίλους ποιεῖν, τὸ νομισθῆναί τινας τοιούτους. Ἐμὲ γοῦν πρὸς πᾶσιν οἷς γε τετίμηκας οὖσι τοιούτοις ἡνίκα τὸν ὑψηλότατον εἶχες θρόνον ἔχοντα τὸ ἐπίφθονον ἔτι, καὶ κατὰ τὴν Ἀσίαν περιτυχών, εἴ τι μέμνησαι (μέμνησαι δὲ οἶδ' ὅτι τηλικοῦτος ὢν καὶ τὰ φιλικά, μετὰ τῆς ἐν πᾶσι τελειότητος), τά τε ἄλλα εἶδες ὡς ἥδιστα καὶ γράφειν διεκελεύσω, λόγους τιμῶν τοὺς σούς. Οὐ μόνον δέ, ἀλλὰ καὶ γράψαι πρότερος ἠξίωσας, τοὺς ἀγαθοὺς τῶν γραφέων μιμούμενος οἳ τῷ παραδεικνύναι τὰ πολλὰ τοὺς μαθητὰς ἐκπαιδεύουσι. Τοῦτο οὖν νῦν τε πεποίηκας εὖ ποιῶν: καὶ τοῦ λοιποῦ χαρίζεσθαι μὴ κατόκνει, κἄν σε ὑψηλὸν αὖθις οἱ θρόνοι φέρωσιν (οἴσουσι γὰρ τὴν ἀρχήν, οὐ τὴν ἀρετήν: οὐδὲ γὰρ ἔχεις ὅ τι ὑψωθῇς κατὰ ταύτην, ἥκων πρὸς τὸ ἀκμαιότατον). Ἀλλὰ καὶ τὰ κοινὰ πράττων τῶν φίλων μὴ ἀμέλει, κατὰ τοὺς Ὁμηρικοὺς νεανίας ἐν μέσῳ πολέμῳ τὰ φιλικὰ σπουδάζοντας, ἐπειδὴ καὶ τούτῳ ποικίλλει τὴν ποίησιν ὁ σὸς Ὅμηρος.