1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

37

εἰρήκασιν οἱ ἄνδρες Ἀναθώθ, -ἀλλὰ ταῦτα λέγεται περὶ Χριστοῦ. «Τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας· οὐ μὴ προφητεύσῃς ἐπὶ τῷ ὀνόματι κυρίου»- ἐκώλυσαν Ἰουδαῖοι διδάσκειν Ἰησοῦν-»εἰ δὲ μή, ἀποθανῇ ἐν ταῖς χερσὶν ἡμῶν. Ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ' αὐτούς· οἱ νεανίσκοι αὐτῶν ἐν ῥομφαίᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ.» Οὐ τότε τετελευτήκασιν ἐν ῥομφαίᾳ, ἀλλὰ μετὰ τὴν πόρθη σιν νῦν λιμὸς ἦλθεν ἐπ' αὐτούς, «οὐ λιμὸς ἄρτου οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον κυρίου»· οὐκέτι γὰρ «τάδε λέγει κύριος παντοκράτωρ» λέγεται παρ' αὐ τοῖς. Αὕτη ἡ λιμός, ἵνα ἡ προφητεία μηκέτι ᾖ, καὶ τί λέγω προφητεία; οὐδὲ διδασκαλία. Κἂν μυριάκις χρηματίζωσιν παρ' αὐτοῖς σοφοί, οὐκ ἔστιν λόγος κυρίου ἔτι ἐν αὐτοῖς, ἐπεὶ πεπλήρωτο τὸ «ἀφελεῖ κύριος ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ τῆς Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προ φήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνε τὸν ἀκροατήν». Οὐκέτι ἔστιν παρ' αὐτοῖς δυνάμενος εἰπεῖν· «Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα.» Μετέβησαν οἱ ἀρχιτέκτονες, ἦλθον ἐπὶ τὴν ἐκκλησίαν, ἔθηκαν τὸν θεμέλιον Ἰησοῦν Χριστόν· τούτῳ ἐποικοδομοῦσιν καὶ οἱ μετ' ἐκείνους. 10.5 «Ἐν λιμῷ» οὖν ὁ λαὸς ἐκεῖνος ἐγκαταλελειμμένοι εἰσίν· «ἐπάξω» γὰρ ἐπ' αὐτοὺς «κακὰ ἐπὶ τοὺς κατοι κοῦντας Ἀναθὼθ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν. ∆ίκαιος εἶ, κύριε, ὅτι ἀπολογήσομαι πρός σε. Πλὴν κρίματά μου λαλήσω πρός σε. <Τί> ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθή νησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα.» Ἔτι ζητοῦ μεν, εἰ ἀγαθὸς ὁ θεός ἐστιν ὁ τὸν νόμον καὶ τοὺς προφήτας δεδωκώς, ὁρῶντες ὅτι «ὁδὸς ἀσεβῶν εὐοδοῦται» καὶ οὐ κολάζει τοὺς ἀσεβεῖς. «Εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα»· αὐτοὶ οἱ κατὰ τοῦ δημιουργοῦ λέγοντες, δυσφημοῦντες αὐτὸν «εὐθήνησαν, ἐφυτεύθησαν καὶ ἐρρι ζώθησαν, ἐτεκνοποίησαν <καὶ ἐποίησαν> καρπόν». Πόσος καρπὸς Μαρκίωνος τεκνοποιήσαντος, πόσος Βασιλείδου, πόσος Οὐαλεντίνου; τοῦτο γάρ ἐστι τὸ περὶ τῶν ἀσεβῶν προφητευόμενον καὶ λεγόμενον ἐν τῷ «ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν». «Ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, πόρρω δὲ ἀπὸ τῶν νεφρῶν αὐτῶν»· ὀνομάζουσι τὸ Ἰησοῦ ὄνομα, οὐκ ἔχουσι δὲ τὸν Ἰησοῦν· οὐ γὰρ ὁμολογοῦσιν αὐτὸν ὡς χρή. «Καὶ σύ, κύριε, γινώσκεις με, εἶδές με, ἐδοκίμασας τὴν καρδίαν μου ἐναντίον σου· ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν.» Τί ποιήσω, ἵνα ταῦτα σαφηνίσω; Τὰς κολάσεις ἁγνισμὸν λέγει τῶν κολαζομένων· «ἅγνισον» γὰρ «αὐτοὺς εἰς ἡμέραν» φησὶν «σφαγῆς αὐτῶν», διὰ τοῦ σφαγῆναι αὐτοὺς ἅγνισον αὐτούς· «Ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχε ται». 10.6 «Ἕως πότε πενθήσει ἡ γῆ καὶ ὁ χόρτος τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ;» Ὡσπερεὶ ἐμψύχου τῆς γῆς καὶ ἐνταῦθα διαλέγεται ὁ προ φήτης λέγων τὴν γῆν πενθεῖν διὰ τὴν κακίαν τῶν ἐπιβαι νόντων ἐπ' αὐτήν. Καθ' ἕκαστον οὖν ἡμῶν ἡ γῆ ἤτοι πεν θεῖ ἢ εὐφραίνεται· ἢ γὰρ πενθεῖ «ἀπὸ κακίας τῶν ἐνοι κούντων ἐν αὐτῇ» ἢ εὐφραίνεται ἀπὸ ἀρετῆς «τῶν ἐνοικούν των ἐν αὐτῇ». Ἐφ' ἑκάστου οὖν ἡμῶν αὐτὸ τὸ στοιχεῖον ἢ εὐφραίνεται ἢ πενθεῖ· εἰ δὲ ἡ γῆ, τάχα καὶ τὰ λοιπὰ στοιχεῖα. Ὁμοίως ἐρῶ καὶ ὕδωρ καὶ ὁ ἐπὶ τοῦ ὕδατος τεταγμένος ἄγγελος, ἵνα διηγήσωμαι καὶ τὴν γῆν πεν θοῦσαν ἢ μὴ πενθοῦσαν· οὐ γὰρ τοῦτο τὸ σῶμα, ἡ γῆ, «πενθεῖ ἀπὸ τῶν κατοικούντων ἐν αὐτῇ», ἀλλὰ νόει μοι πρὸς τῇ διατάξει τοῦ παντὸς τεταγμένον τινὰ ἄγγελον ἐπὶ τῆς γῆς καὶ ἄλλον τεταγμένον ἐπὶ τῶν ὑδάτων καὶ ἄλλον ἐπὶ τοῦ ἀέρος καὶ τέταρτον ἐπὶ τοῦ πυρός. Οὕτως ἀνάβα μοι τῷ λόγῳ ἐπὶ τὴν διάταξιν πᾶσαν τὴν ἐν ζῴοις, τὴν ἐν φυτοῖς, τὴν ἐν τοῖς οὐρανίοις ἄστροις· ἄγγελός τις τέτακται καὶ ἐπὶ τοῦ ἡλίου καὶ ἐπὶ τῆς σελήνης ἄλλος, <ἄλλοι> καὶ ἐπὶ τῶν ἄστρων. Οὗτοι δὴ οἱ ἄγγελοι, μεθ' ὧν ἐσμεν ὅσον ἐσμὲν ἐπὶ γῆς, ἤτοι εὐφραίνονται, ἢ πενθοῦσιν ἐφ' ἡμῖν ὅταν ἁμαρτάνωμεν· πενθεῖ, φησίν, ἡ γῆ ἀπὸ τῶν κατοι κούντων ἐν αὐτῇ. Ὁμωνύμως