[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. LXXV.
[75] ΒΙΤΑΛΙΑΝΩΙ
Οὐ συνεχῶς ὁμιλοῦμέν σοι. Τὸ δὲ αἴτιον, ὅτι πολλοὶ περὶ σέ, καὶ οἷς ἥκιστα χαίρομεν. Εἰ δ' ἀνακαθήραις σαυτὸν τῶν πολλῶν καὶ σύνοικον ἔχοις τὴν ἀρετήν, ὄψει καὶ χωλῶν δρόμον, ὡς ἡ παροιμία. Τοῦτο γὰρ καὶ ὑπισχνούμεθα σὺν Θεῷ καὶ πράξομεν.