1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

38

εἶπεν τὸν ἄγγελον γῆν αὐτῇ τῇ γῇ· ὥσπερ γὰρ «τὸ χειροποίητον ἐπικατάρατον αὐτὸ καὶ ὁ ποιήσας αὐτό», οὐχ ὅτι ἐπικατάρατον αὐτὸ τὸ ἄψυχον, ἀλλ' εἴρηται χειροποίητον τὸ προσκαθεζόμενον τῷ ἀψύχῳ ἀγάλματι καὶ χρηματίζον ἐκείνῳ τῷ ὀνόματι, οὕτως δὴ ἐρῶ καὶ γῆν λέγεσθαι τὸν ἐπὶ γῆς τεταγμένον ἄγγελον, καὶ ὕδωρ λέγεσθαι τὸν ἐπὶ ὕδατος τεταγμένον ἄγγελον, καθ' ὃ λέλεκται· «Ἴδοσάν σε ὕδατα, ὁ θεός, ἴδο σάν σε ὕδατα καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσσοι πλή θους ἤχους ὑδάτων, φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται.» 10.7 «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονο μίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς.» Ἴδε μοι τὸν «ἐν μορφῇ θεοῦ» ὑπάρ χοντα ὄντα ἐν τοῖς οὐρανοῖς, ἴδε αὐτοῦ τὸν οἶκον ὑπερου ράνιον. Εἰ βούλει καὶ ὑψηλότερον ἰδεῖν-ὅτι «ἐγὼ ἐν τῷ πατρί»-ἴδε αὐτοῦ οἶκον ὄντα τὸν θεόν. Καταλείπει «τὸν πατέρα καὶ τὴν μητέρα»-τὴν «ἄνω Ἱερουσα λήμ»-καὶ ἔρχεται εἰς τὸν περίγειον τόπον καί φησιν· «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου» - ἐκείνη γὰρ ἦν ἡ κληρονομία αὐτοῦ, τὰ χωρία τὰ μετὰ τῶν ἀγγέλων, ἡ τάξις ἡ μετὰ τῶν ἁγίων δυνάμεων- «ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς»· παρέδωκεν αὐτοῦ τὴν ψυχὴν εἰς τὰς χεῖρας τῶν ἐχθρῶν τῆς ψυχῆς, εἰς χεῖρας Ἰουδαίων τῶν ἀποκτεινάν των αὐτόν, εἰς χεῖρας ἀρχόντων συναχθέντων κατ' αὐτοῦ, εἰς χεῖρας βασιλέων, ὅτε «παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυ ρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ». 10.8 «Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ.» Αὕτη <ἡ> ἐπὶ γῆς κληρονομία αὐτοῦ ἣν κεκληρονόμηκεν ἀπεθηριώθη πρὸς αὐτόν, καὶ γέγονεν ἡ κληρονομία Ἰου δαῖοι ἐξαγριωθέντες κατ' αὐτοῦ «ὡς λέων ἐν δρυμῷ». Οὐ θαυμαστὸν εἰ τότε ἐγένετο ἡ κληρονομία αὐτοῦ «ὡς λέων ἐν δρυμῷ»· νῦν ἔτι ἐν δρυμῷ λέοντές εἰσιν κατα θεματίζειν θέλοντες τὸν Ἰησοῦν καὶ δυσφημοῦντες αὐτὸν καὶ ἐπιβουλεύοντες τοῖς πιστεύουσιν εἰς αὐτόν. «Ἐγενήθη» οὖν «ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμί σησα αὐτήν. Μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου <ἐμοί>;» Προφητεύει περὶ τῆς κληρονομίας ταύτης· ἡ κληρονομία μου μήτι σπήλαιον ὑαίνης γέγονεν, σπήλαιον ὑαίνης, τῆς ἀγριωτάτης, τῆς νεκροβόρου, τῆς περὶ τὰ μνημεῖα, τῆς ἐσθιούσης τὰ θνησιμαῖα σώματα; «Μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοί; Ἢ σπή λαιον ἐπ' αὐτὴν κύκλῳ αὐτῆς; Βαδίζετε»· ἐπεὶ τοιοῦτοι γεγόνασιν, κελεύω ὑμῖν τοῖς ἀγγέλοις, ἵνα βαδίσητε καὶ συναγάγητε τὰ θηρία καὶ παραδῶτε αὐτοὺς τοῖς θηρίοις· «βαδίζετε καὶ συναγάγετε πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν». Ἐλήλυθεν «τὰ θηρία τοῦ ἀγροῦ», διεσθίει τὸν λαὸν ἐκεῖνον· βλέπετε αὐτῶν τὰς καρδίας διεσθιομένας ὑπὸ τῶν δυνάμεων τῶν ἀντικειμένων. Εἰ ἐκείνων ὁ Ἰησοῦς οὐκ ἐφείσατο ἀλλὰ εἶπεν· «Βαδίζετε, συναγάγετε τὰ θηρία», πόσῳ πλέον ἡμῶν οὐ φείσε ται; Ἐὰν μὴ ποιῶμεν τὸν νόμον τοῦ θεοῦ, τὸν λόγον τοῦ εὐαγγελίου, ἐρεῖ πάλιν· βαδίσατε, συναγάγετε τὰ θηρία καὶ παράδοτε αὐτήν, ἀλλ' ἡμεῖς παρρησίαν ἔχομεν, ἵνα εἴπωμεν ἐν ταῖς εὐχαῖς· «Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι.» Ἐξομολογησώμεθα περὶ τῶν παραπτωμάτων μετανοοῦντες, καὶ τοῖς θηρίοις οὐ παρα δοθησόμεθα, ἀλλ' ἀγγέλοις ἁγίοις τιθηνοῖς ἐσομένοις, ἐπὶ κόλπων βαστάζουσιν, μεταβιβάζουσιν ἡμᾶς ἀπὸ τοῦ αἰῶνος τούτου ἐπὶ τὸν μέλλοντα ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἐστιν τὸ κρά τος καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. 11.t Εἰς τὸ «δι' ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ» καὶ εἰς τὸ «περίζωμα». Ὁμιλία ιαʹ. 11.1 Τίς ἔστιν ὁ λέγων· «∆ι' ἐμὲ ἠφανίσθη ἀφανισμῷ πᾶσα ἡ γῆ»; Ὁ Χριστὸς ταῦτά φησιν, οὗ πρὸ τῆς ἐπιδημίας πολλὰ μὲν γεγένηται ἁμαρτήματα τῷ λαῷ, ἀλλ' οὐ τοιαῦτα ὥστε αὐτοὺς πάντῃ ἐγκαταλειφθῆναι καὶ εἰς αἰχμαλωσίαν πολυχρόνιον παραδοθῆναι· ὅτε δὲ «ἐπλήρωσαν τὸ μέτρον τῶν πατέρων» αὐτῶν καὶ προσέθηκαν τῷ ἀνῃρηκέναι τοὺς προφήτας καὶ δεδιωχέναι τοὺς δικαίους τὸ ἀποκτεῖναι «τὸν