1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

39

Χριστὸν τοῦ θεοῦ», τότε γεγένηται τὸ «ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν» καὶ δι' αὐτὸν ταῦτα πεπόνθασιν καὶ «ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ». 11.2 Εἰ δὲ καὶ ὑψηλότερον ἀκοῦσαι βούλει τοῦ «δι' ἐμὲ ἠφα νίσθη ἀφανισμῷ πᾶσα ἡ γῆ», ἴδε τὴν ἐν σοὶ γῆν τίνα τρόπον ἠφανίσθη ἐλθόντος τοῦ Ἰησοῦ· ἠφανίσθη γὰρ «νε κρωθέντων τῶν μελῶν τῶν ἐπὶ τῆς γῆς» καὶ οὐκέτι ἡ γῆ ἐργάζεται τὰ ἑαυτῆς, οὐκέτι γίνεται παρὰ τῷ δικαίῳ «τὰ ἔργα τῆς σαρκὸς» οἷς ἔθαλλεν ἡ σάρξ, οὐκέτι «πορνεία», οὐκέτι «ἀκαθαρσία», οὐκ «ἀσέλγεια», οὐκ «εἰδωλο λατρία», οὐ «φαρμακεία» καὶ τὰ λοιπά. Καὶ ὁ σωτὴρ δὲ λέγει· «Τί νομίζετε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τῆς γῆς; Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν»· ἀληθῶς γὰρ πρὶν μὲν ἔλθῃ, μάχαιρα οὐκ ἦν ἐπὶ τῆς γῆς οὐδὲ «ἡ σὰρξ ἐπεθύμει κατὰ τοῦ πνεύματος οὐδὲ τὸ πνεῦμα κατὰ τῆς σαρκός», ὅτε δὲ ἦλθεν καὶ δεδιδάγμεθα τίνα μέν ἐστιν τῆς σαρκός, τίνα δὲ τοῦ πνεύματος, ἡ διδασκαλία ὥσπερ «μάχαιρα» γεγενημένη ἐν γῇ διεῖλεν τὴν σάρκα καὶ τὴν γῆν ἀπὸ τοῦ πνεύματος. Καὶ «ἠφανίσθη» μὲν «ἡ γῆ», ὅτε «τὴν νέκρωσιν Ἰη σοῦ ἐν τῷ σώματι περιφέρομεν», καὶ οὐκέτι «ζῶμεν κατὰ σάρκα», ζῇ δὲ τὸ πνεῦμα, καὶ σπείρομεν οὐδὲν «εἰς τὴν σάρκα» ἀλλὰ πάντα «εἰς τὸ πνεῦμα», ἵνα μὴ «θερίσωμεν φθορὰν» ἐκ τῆς σαρκὸς ἀλλ' «ἀπὸ τοῦ πνεύματος ζωὴν 11.3 αἰώνιον»· λέγεται δὲ τοῖς ἡμαρτηκόσιν· «Σπείρετε πυροὺς καὶ ἀκάνθας θερίζετε»· κἂν γὰρ τοῖς λογίοις τοῦ θεοῦ ὁμιλῶσιν, οἱ μὴ καλῶς αὐτοῖς ὁμιλοῦντες μηδὲ ὃν δεῖ τρόπον βιοῦντες μηδὲ πιστεύοντες σπείρουσιν πυροὺς καὶ θερίζουσιν ἀκάνθας. Μάλιστα δὲ ἔστιν ταῦτα νοῆσαι ἐπὶ τῶν ἑτεροδόξων ἐντυγχανόντων ταῖς γραφαῖς καὶ ἀκάνθας οὐκ ἀπὸ τῶν γραφῶν, ἀλλ' ἀπὸ τῶν ἰδίων ἐπινοιῶν θεριζόντων. «Οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς.» Ταῦτα καὶ πρὸ ἡμῶν ἄλλοι διηγήσαντο, καὶ ἐπειδὴ οὐκ ἀποδοκιμάζομεν αὐτῶν τὴν διήγησιν, εὐγνωμόνως φέρομεν αὐτὴν εἰς μέσον, οὐχ ὡς αὐτοὶ εὑρόντες ἀλλ' ὡς μεμαθηκότες καλὸν μάθημα. Οὗτος ὁ λόγος ὠφελήσει καὶ ὑμᾶς καὶ ἡμᾶς, ἐὰν προσέχωμεν τῷ γεγραμμένῳ, οἳ δοκοῦμεν εἶναι ἀπὸ κλήρου τινὲς προκαθεζόμενοι ὑμῶν, ὥστε τινὰς θέλειν ἥκειν ἐπὶ τὸν κλῆρον τοῦτον· ἴστε δὲ ὅτι οὐ πάντως ὁ κλῆρος σῴζει· πολλοὶ γὰρ καὶ πρεσβύτεροι ἀπολοῦνται, πολλοὶ καὶ λαϊκοὶ μακάριοι ἀποδειχθήσονται. Ἐπεὶ οὖν τινές εἰσιν ἐν κλήρῳ οὐχ οὕτως βιοῦντες ὥστε ὠφεληθῆναι καὶ κοσμῆσαι τὸν κλῆρον, διὰ τοῦτο, φασὶν οἱ διηγησάμενοι, γέγραπται· «Οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς»· τὸ γὰρ ὠφελοῦν οὐκ αὐτὸ τὸ καθέζεσθαι ἐν πρεσβυτερίῳ ἐστίν, ἀλλὰ τὸ βιοῦν ἀξίως τοῦ τόπου, ὡς ἀπαιτεῖ ὁ λόγος. Ἀπαιτεῖ καὶ ὑμᾶς βιοῦν ὁ λόγος καλῶς καὶ ἡμᾶς, ἀλλ' εἰ δεῖ οὕτως εἰπεῖν· «∆υνατοὶ δυνατῶς ἐτασθήσονται», πλεῖον ἐγὼ ἀπαιτοῦμαι παρὰ τὸν διάκονον, πλεῖον ὁ διάκονος παρὰ τὸν λαϊκόν, ὁ δὲ τὴν πάντων ἡμῶν ἐγκεχειρισμένος ἀρχὴν αὐτὴν τὴν ἐκκλησιαστικὴν ἔτι πλεῖον ἀπαιτεῖται· διὰ τοῦτο ὁ πεπιστευμένος τὰ μεγάλα, ὁ ἀπόστολος, ἀκούετε, φησίν· «Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ· ὧδε λοιπὸν ζητεῖτε ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ», καὶ οὕτως σπάνιόν ἐστιν εὑρεθῆναι οἰκονόμον πιστὸν καὶ καλόν, <ὡς> Ἰησοῦς «ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν» λέγει· «Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος αὐτοῦ ἐπὶ τῆς οἰκίας αὐτοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον τοῖς δούλοις αὐ τοῦ;» εἶτα μέμφεταί τινας οἰκονόμους καὶ λέγει· «Ἐὰν δὲ ἄρξηται ὁ κακὸς δοῦλος λέγειν· χρονίζει μου ὁ κύριος ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι, ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.» Ταῦτα μὲν εἰς τὸ «οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐ11.4 τούς»· ἴδωμεν δὲ καὶ ἑξῆς ἐπίπληξιν ἀναγκαίαν, ἣν καλὸν εἰς τὸν ἠθικὸν τόπον ἀναλαβεῖν, λέγουσαν· «Αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν, ἀπὸ ὀνειδισμοῦ ἐναντίον κυρίου.» Ἔστιν τινά, ἐν οἷς καυχώμεθα