ΚΕΦΑΛΑΙΟΝ Βʹ Ποίαν ἔσχεν ἀρχὴν ἡ περὶ τὰς συλλαβὰς τῶν αἱρετικῶν παρατήρησις.
ΚΕΦΑΛΑΙΟΝ Γʹ Ὅτι ἐκ τῆς ἔξωθεν σοφίας ἡ περὶ τῶν συλλαβῶν τεχνολογία.
ΚΕΦΑΛΑΙΟΝ Δʹ Ὅτι ἀπαρατήρητος τῇ Γραφῇ τῶν συλλαβῶν τούτων ἡ χρῆσις.
ΚΕΦΑΛΑΙΟΝ Εʹ Ὅτι καὶ ἐπὶ Πατρὸς λέγεται τὸ δι' οὗ, καὶ ἐπὶ Υἱοῦ τὸ ἐξ οὗ, καὶ ἐπὶ Πνεύματος.
ΚΕΦΑΛΑΙΟΝ Ζʹ Πρὸς τοὺς λέγοντας μὴ ἁρμόζειν ἐπὶ Υἱοῦ λέγεσθαι τὸ μεθ' οὗ, ἀλλὰ τὸ δι' οὗ.
ΚΕΦΑΛΑΙΟΝ Θʹ Ἀφοριστικαὶ ἔννοιαι περὶ τοῦ Πνεύματος τῇ τῶν Γραφῶν ἀκολουθοῦσαι διδασκαλίᾳ.
ΚΕΦΑΛΑΙΟΝ Ιʹ Πρὸς τοὺς λέγοντας μὴ χρῆναι συντάσσειν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα.
ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ Ὅτι παραβάται οἱ τὸ Πνεῦμα ἀρνούμενοι.
ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ Πρὸς τοὺς λέγοντας ἐξαρκεῖν καὶ μόνον τὸ εἰς τὸν Κύριον βάπτισμα.
ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ Αἰτίας ἀπόδοσις διὰ τὶ οἱ ἄγγελοι Πατρὶ καὶ Υἱῷ παρὰ τῷ Παύλῳ συμπαρελήφθησαν.
ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ Ἀπάντησις πρὸς ἀνθυποφορὰν ὅτι καὶ εἰς ὕδωρ βαπτιζόμεθα: ἐν ᾧ καὶ τὰ περὶ βαπτίσματος.
ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ Πρὸς τοὺς λέγοντας μὴ εἶναι δοξαστὸν τὸ Πνεῦμα.
ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ Μαρτυρίαι ἐκ τῶν Γραφῶν τοῦ κυριολογεῖσθαι τὸ Πνεῦμα.
ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ Ὅτι δοξολογία Πνεύματός ἐστιν ἡ τῶν προσόντων αὐτῷ ἀπαρίθμησις.
ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ Ὅτι τῇ ἐν συλλαβῇ ἀντὶ τῆς σὺν ἡ Γραφὴ κέχρηται, ἐν ᾧ καὶ ὅτι ἡ καὶ ἰσοδυναμεῖ τῇ σύν.
ΚΕΦΑΛΑΙΟΝ ΚϚʹ Ὅτι ὁσαχῶς λέγεται τὸ ἐν, τοσαυταχῶς καὶ ἐπὶ τοῦ Πνεύματος λαμβάνεται.
ΚΕΦΑΛΑΙΟΝ Λʹ Διήγησις τῆς παρούσης τῶν ἐκκλησιῶν καταστάσεως.
56. Let us then examine the points one by one. He is good by nature, in the same way as the Father is good, and the Son is good; the creature on the other hand shares in goodness by choosing the good. He knows “The deep things of God;” 15 1 Cor. ii. 10, 11. the creature receives the manifestation of ineffable things through the Spirit. He quickens together with God, who produces and preserves all things alive, 16 In 1 Tim. vi. 13, St. Paul writes τοῦ θεοῦ τοῦ ζωοποιοῦντος πάντα. In the text St. Basil writes τὰ πάντα ζωογονοῦντος. The latter word is properly distinguished from the former as meaning not to make alive after death, but to engender alive. In Luke xvii. 33, it is rendered in A.V. “preserve.” In Acts vii. 19, it is “to the end they might not live.” On the meaning of ζωογονεῖν in the lxx. and the Socinian arguments based on its use in Luke xvii. 33, cf. Pearson, On the Creed, Art. V. note to p. 257 Ed. 1676. and together with the Son, who gives life. “He that raised up Christ from the dead,” it is said, “shall also quicken your mortal bodies by the spirit that dwelleth in you;” 17 Rom. viii. 11. and again “my sheep hear my voice,…and I give unto them eternal life;” 18 John x. 27–28. but “the Spirit” also, it is said, “giveth life,” 19 2 Cor. iii. 6. and again “the Spirit,” it is said, “is life, because of righteousness.” 20 Rom. viii. 10. And the Lord bears witness that “it is the Spirit that quickeneth; the flesh profiteth nothing.” 21 John vi. 63. How then shall we alienate the Spirit from His quickening power, and make Him belong to lifeless nature? Who is so contentious, who is so utterly without the heavenly gift, 22 cf. Heb. vi. 4. and unfed by God’s good words, who is so devoid of part and lot in eternal hopes, as to sever the Spirit from the Godhead and rank Him with the creature?
[56] Σκεψώμεθα οὖν τὰ καθέκαστον. Φύσει ἐστὶν ἀγαθόν, ὡς ἀγαθὸς ὁ Πατὴρ καὶ ἀγαθὸς ὁ Υἱός. Ἡ κτίσις δὲ ἐν τῇ ἐκλογῇ τοῦ ἀγαθοῦ μέτοχός ἐστι τῆς ἀγαθότητος. Οἶδε τὰ βάθη τοῦ Θεοῦ: ἡ κτίσις δὲ λαμβάνει τὴν φανέρωσιν τῶν ἀπορρήτων διὰ τοῦ Πνεύματος. Ζωοποιεῖ μετὰ τοῦ Θεοῦ τοῦ τὰ πάντα ζωογονοῦντος, μετὰ τοῦ Υἱοῦ τοῦ διδόντος ζωήν. «Ὁ γὰρ ἐγείρας Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει, φησί, καὶ τὰ θνητὰ ὑμῶν σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Καὶ πάλιν: «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς.» Ἀλλὰ καὶ «τὸ Πνεῦμα, φησί, ζωοποιεῖ». Καὶ πάλιν: «Τὸ δὲ Πνεῦμα, φησί, ζωὴ διὰ δικαιοσύνην.» Καὶ ὁ Κύριος μαρτυρεῖ τὸ Πνεῦμα εἶναι τὸ ζωοποιοῦν: «Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν.» Πῶς οὖν τῆς ζωοποιοῦ δυνάμεως ἀποξενώσαντες τὸ Πνεῦμα, τῇ ἐπιδεομένῃ τῆς ζωῆς φύσει προσοικειώσομεν; Τίς οὕτω δύσερις, τίς οὕτω δωρεᾶς ἐπουρανίου ἀμέτοχος, καὶ τῶν καλῶν τοῦ Θεοῦ ῥημάτων ἄγευστος, τίς οὕτως ἐλπίδων αἰωνίων ἄμοιρος, ὡς τῇ κτίσει συντάξαι τὸ Πνεῦμα, τῆς θεότητος ἀποστήσας;