[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. LXXX.
[80] ΦΙΛΑΓΡΙΩΙ
Ἐρωτᾷς πῶς τὰ ἡμέτερα. Καὶ λίαν πικρῶς. Βασίλειον οὐκ ἔχω, Καισάριον οὐκ ἔχω, τὸν πνευματικὸν ἀδελφὸν καὶ τὸν σωματικόν. « Ὁ πατήρ μου καὶ ἡ μητήρ μου ἐγκατέλιπόν με », μετὰ τοῦ Δαυῒδ φθέγξομαι. Τὰ τοῦ σώματος πονηρῶς ἔχει, τὸ γῆρας ὑπὲρ κεφαλῆς, φροντίδων ἐπιπλοκαί, πραγμάτων ἐπιδρομαί, τὰ τῶν φίλων ἄπιστα, τὰ τῆς Ἐκκλησίας ἀποίμαντα. Ἔρρει τὰ καλά, γυμνὰ τὰ κακά, ὁ πλοῦς ἐν νυκτί, πυρσὸς οὐδαμοῦ, Χριστὸς καθεύδει. Τί χρὴ παθεῖν; Μία μοι τῶν κακῶν λύσις, ὁ θάνατος. Καὶ τὰ ἐκεῖθέν μοι φοβερά, τοῖς ἐντεῦθεν τεκμαιρομένῳ.