40
διὰ τὴν ἄνοιαν οὐκ οὖσιν καυχήσεως ἀξίοις· οἷον ἐὰν καυχήσηταί τις ὅτι πλούσιός ἐστιν καὶ πολλὰ κέκτηται, λέγοιτ' ἂν πρὸς αὐτόν· «Αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν»· ἐὰν καυχήσηταί τις ἐπὶ εὐγενείᾳ ταύτῃ τῇ ἐκτός, λεχθήσεται πρὸς αὐτόν· «Αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν»· ἐὰν καυχήσηταί τις ἐπὶ πολυτελείᾳ ἱματίων, ἐπὶ οἰκοδομῇ οἰκίας πλουσίως κατεσκευασμένης, ἀλλοτρία ἐστὶν ἡ καύχησις καυχήσεως ἁγίων, διὸ λεχθήσεται πρὸς τὸν τοιοῦτον· «Αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν.» Ἄκουε τοῦ λόγου <διὰ> τοῦ προφήτου Ἱερεμίου κελεύοντος ἡμᾶς μὴ καυχᾶσθαι μηδὲ ἐπὶ σοφίᾳ· «Μὴ καυχάσθω» γάρ φησιν «ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ μηδὲ ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ μηδὲ ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλὰ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιεῖν καὶ γινώσκειν ὅτι ἐγώ εἰμι κύριος.» Θέλεις καυχᾶσθαι καὶ καυχώμενος μὴ ἀκοῦσαι· «αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν», καύχησαι ὡς ὁ ἀπόστολος καὶ εἰπέ· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ»· θέλεις καυχᾶσθαι, ἵνα μὴ λεχθῇ· «αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν», ἄκουε Παύλου καυχωμένου καὶ μάνθανε ὅταν λέγῃ· «Ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ», ἄκουε οἷα καυχᾶται καυχήματα· «ἐν κόποις περισσοτέρως»-τίς δύναται ἡμῶν τοῦτο εἰπεῖν; - »ἐν φυλακαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις· ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυά- γησα». Μανθάνομεν οὖν καὶ καυχήσεων εἶναι διαφοράς, ὡς τινὰς μὲν καυχήσεις εἶναι αἰσχύνης ἀξίας, ἐφ' οἷς λέγοιτ' ἂν ἐκεῖνο τὸ ἀποστολικόν· «Καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν»· ἐφ' οἷς ἔδει αὐτοὺς αἰσχύνεσθαι, ἐπὶ τούτοις 11.5 οἴονται δοξάζεσθαι. Μετὰ ταῦτα ἴδωμεν τὰ περὶ τοῦ περιζώματος. «Τάδε» γὰρ «λέγει κύριος· βάδιζε καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν, καὶ περίθου περὶ τὴν ὀσφύν σου, καὶ ἐν ὕδατι <οὐ> διελεύσῃ. Καὶ ἐκτησάμην τὸ περίζωμα κατὰ τὸν λόγον κυρίου καὶ περιέθηκα περὶ τὴν ὀσφύν μου, καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων· λάβε τὸ περίζωμα τὸ περὶ τὴν ὀσφύν σου, καὶ ἀνάστηθι καὶ βάδισον ἐπὶ τὸν Εὐφράτην, καὶ κατάκρυψον αὐτὸ ἐκεῖ ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας»· μετὰ ἡμέρας ἔρχεται ἐκεῖ, εὑρίσκει διασεσηπὸς τοῦτο τὸ περίζωμα, καὶ ἐπιφέρει ὁ κύριος διδοὺς ἀφορμὴν τῆς ἑρμηνείας τοῦ περιζώματος λέγων· «Καθάπερ κολλᾶται τὸ περίζωμα πρὸς τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ πάντα τὸν οἶκον Ἰούδα, φησὶν ὁ κύριος, τοῦ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν καὶ εἰς καύχημα καὶ εἰς δόξαν, καὶ οὐκ εἰσήκουσάν μου.» Οὐκοῦν ὁ προφήτης ἀντὶ τοῦ θεοῦ παραλαμβάνεται περιζωννὺς περὶ τὴν ὀσφὺν αὐτοῦ τὸ περίζωμα τὸ λινοῦν, ὡς ὁ θεὸς τὸν λαόν· «ἐκόλλησα γὰρ πρὸς ἐμαυτόν» φησιν «τοῦτον τὸν λαόν, φησὶν ὁ θεός», καὶ οἱονεὶ περίζωμα ὁ λαὸς γίνεται τοῦ θεοῦ· διὰ τί δὲ περίζωμα γίνεται τοῦ θεοῦ περὶ τὴν ὀσφὺν αὐτοῦ; Ὁ δυνάμενος ἀναγινώσκων τὸν Ἰεζεκιὴλ καὶ ὁρῶν τὸν θεὸν τῷ λόγῳ οἱονεὶ σωματοποιούμενον, καὶ τίνα μὲν τρόπον αὐτοῦ τὰ ἀπὸ τῆς ὀσφύος κάτω ἐστὶν πῦρ, τὰ δὲ ἀπὸ τῆς ὀσφύος καὶ ἄνω ἐστὶν ἤλεκτρον, ἐρευνησάτω τὸν λόγον, διὰ τί τὸ κάτω τοῦ θεοῦ πῦρ ἐστιν. Τὰ ἀπὸ ὀσφύος καὶ γενέσεως πράγματα, ταῦτα πῦρ ἐστιν· πάντα γὰρ τὰ ἐν γενέσει χρῄζει τοῦ καθαρσίου τοῦ ἀπὸ τοῦ πυρός, πάντα τὰ ἐν γενέσει χρῄζει τῆς κολάσεως. Τὰ δὲ ἀνωτέρω τῆς ὀσφύος ὑπερβεβηκότα τὴν γένεσιν, ταῦτά ἐστιν ὕλη ὡς <ἤλεκτρον> ἐν κόσμῳ καθαριωτάτη καὶ τιμιωτάτη· λέγεται γὰρ τὸ ἤλεκτρον χρυσοῦ εἶναι τιμαλφέστερον. Ἐπεὶ οὖν παραδείγμασιν χρῆται ἡ γραφή, ἵνα διδάξῃ τοῦ θεοῦ τὸ σῶμα τὸ ἀνωτέρω εἶναι τιμιώτερον καὶ τὸ σῶμα τὸ κατωτέρω εἶναι ὑποδεέστερον, διὰ τοῦτο εἰσήγαγεν τὸν θεὸν ἐκ πυρὸς καὶ ἠλέκτρου συνεστηκότα. Ἐν γενέσει πῦρ ἐστιν ἕκαστος ἡμῶν, καὶ ἔστιν σῶμα τοῦ θεοῦ καὶ αὐτός· οὐκ ἐσμὲν τὸ ἤλεκτρον, ἐὰν δὲ ἀναβαίνωμεν καὶ προκόπτωμεν-δυνατὸν γὰρ μεταβῆναι ἀπὸ τοῦ σήμερον εἶναι ἐν τοῖς κατωτέρω,