[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. LXXXII.
[82] ΑΛΥΠΙΩΙ
Πρώτην σοι ταύτην καὶ ἐπιστολὴν γράφω καὶ προσάγω πρεσβείαν, ὥστε δίκαιος ἂν εἴην καὶ κατὰ τοῦτο τυχεῖν σου περὶ ὧν ἀπαγγέλλω. Ἀπαγγέλλω δὲ τί; Σπαράσσει τὴν ἡμετέραν οἰκίαν τὴν παρ' ὑμῖν, ὡς πυνθάνομαι, βιαίοις ἐφόδοις ὁ καλὸς Παλλάδιος, ὁ δὲ βοηθήσων οὐδείς. Καλὸν οὖν ἐστί σοι μάλιστα μὲν καὶ παρόντος κήδεσθαι τοῦ ἀνδρός, πολλῷ δὲ πλέον ἀπόντος, ὡς ἂν μὴ παντάπασιν οἴχηται διαφθαρέντα καὶ διαρρυέντα τὰ πράγματα κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν, καὶ μηδὲ τοῖς μαχομένοις αὐτοῖς ᾖ τι πλέον, τὸ ἆθλον οὐκ ἔχουσι τοῦ παλαίσματος.