τοιαύτην Ταρτη σόν, ουτω κληθεῖσαν διὰ τὸ καὶ τὸν Βαῖτιν Ταρτησὸν καλεῖσθαι παρὰ τοῖς παλαιοῖς. Ταύτης καὶ ὁ Κωμικὸς μέμνηται ἐν Βατράχοις, οτε λέγει Ταρτησίαν μύραιναν, παίζων καὶ ἐκφοβῶν τὸν ἀκροατὴν τῷ ἐκτοπισμῷ. Τὸν δὲ Ταρτησὸν κασσίτερον τοῖς ἐκεῖ καταφέρειν ἱστόρηται. 338 Οτι Πυρήνη μέγιστον ορος, ου ὑπὸ πόδα οἱ Κεμψοὶ τὸ εθνος. Εχει δὲ ἡ Πυρήνη τὰς ἀρχὰς ἀπὸ τοῦ βορείου ὠκεανοῦ, καὶ διήκει εως εἰς τὴν ἑσπερίαν θάλασσαν, καὶ διορίζει Κελτούς τε καὶ Ιβηρας. ̔Η δ' αὐτὴ οὐ μόνον Πυρηναῖον, ὡς προείρηται, ορος, ἀλλὰ καὶ πληθυντικῶς ορη Πυρηναῖα λέγεται. Ουτω δὲ καὶ αἱ Αλπεις καὶ τὸ ̔Ερκύνιον διφορεῖται τῷ ἀριθμῷ. 340 Οτι τὴν Αὐσονίδα πολυτενῆ γῆν μέσην τέμνει τὸ ̓Απένινον η ̓Απέννιον ορος ἐξ Αλπεως ἀρχόμενον, καὶ τελευτῶν εἰς τὴν Σικελικὴν πορθμίδα, ο εστιν εἰς τὸν Σικελικὸν πορθμὸν, ὡς καὶ ἀλλαχοῦ ειρηται, περὶ τὴν Λευκοπέτραν τὴν ἐν τῇ ̔Ρηγίνῃ χώρᾳ. Ορθιον δὲ, φησὶν, ἐστὶ τὸ τοιοῦτον ορος, οιά που ἐκ στάθμης ἰθυμμένον, ηγουν τεταμένον εἰς εὐθύτητα ωσπερ διὰ στάθμης, ητις ἐστὶ σχοῖνος τεκτονικὴ ἀπορθοῦσα τὰ ξύλα. Ειτα ἐπιτείνει ποιητικῶς εἰς ὑπερβολὴν τὸ νόημα, καί φησιν ουτως ἰθυτενὲς ειναι τὸ ορος, ὡς οὐκ αν οὐδὲ τέκτων μωμήσαιτο σοφῆς ὑποεργὸς ̓Αθήνης. ∆ῆλον δὲ πάντως οτι ̓Αθηνᾶς, ηγουν φρονήσεως, ὑπουργοὺς ἡ ποίησις οιδε τοὺς τέκτονας. ̔Η δὲ ῥηθεῖσα ̔Ρηγίνη χώρα ἀπὸ τοῦ ἐκεῖ ̔Ρηγίου τῆς πόλεως λέγεται, κτίσματος Χαλκιδικοῦ. Αὐτὸ δὲ τὸ ̔Ρήγιον ουτω καλεῖται η παρὰ τὴν ῥῆξιν, ὡς ἀπορραγείσης τῆς Σικελίας ἐκ τῆς ἐκεῖσε ἠπείρου ὑπὸ σεισμοῦ, ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται· καθὰ καὶ ἡ Προχύτη νῆσος καὶ αἱ Πιθηκοῦσαι καὶ αἱ λεγόμεναι Σειρῆνες νῆσοι τρεῖς ἠπείρων ἀποσπάσματα λέγονται· η ̔Ρήγιον ειρηται ὡς αν ειποι τις βασίλειον, ῥῆγες γὰρ καὶ ῥέγες οἱ βασιλεῖς, τῶν Σαυνιτῶν ουτω καλεσάντων αὐτὸ δι' ἐπιφάνειαν τῆς πόλεως. Τούτου πρὸς εω ακρα τις Λευκοπέτρα, ὡς ειρηται, λεγομένη ἀπὸ τῆς χρόας, ἐν πεντήκοντα σταδίοις, οπου λήγει τὸ ̓Απέννιον ορος, ὡς ἐρρέθη. ̓Ιστέον δὲ οτι ωσπερ ἡ Αλπις πληθύνεται, ουτω καὶ τὸ ̓Απέννιον ̓Απέννια ορη πληθυντικῶς λέγεται. 347 Οτι Τυρρηνοὶ οἱ καὶ ̓Ετροῦσκοι λεγόμενοι καὶ Τοῦσκοι παρὰ ̔Ρωμαίοις, εθνος λῃστρικὸν καὶ ὠμὸν, βόρειοι κεῖνται ἐκ τῆς ζεφυρίτιδος τοῦ ̓Απεννίου ορους πλευρᾶς, καλοῦνται δὲ Τυρρηνοὶ ἀπὸ Τυρρηνοῦ Λυδοῦ, υἱοῦ Ατυος, ῳ πολὺν λαὸν ὁ πατὴρ συστήσας ἐν καιρῷ λιμοῦ ἐξέστειλεν, ἀφ' ου ἡ χώρα Τυρρηνία ἐκλήθη, ιβʹ πόλεις κτίσαντος, αις οἰκιστὴν ἐπέστησε Τάρκωνα, ου καὶ Λυκόφρων μέμνηται· ον διὰ τὴν ἐκ παίδων σύνεσιν πολιὸν γεγενῆσθαί φασιν, ἀφ' ου καὶ πόλις Ταρκυνία. Καὶ τὸν Τρωικὸν δὲ Κύκνον διὰ τοιοῦτον λόγον τινὰ ἐκ γενετῆς οἱ παλαιοὶ πολιὸν γενέσθαι φασὶ, καὶ οὐ μόνον διὰ λευκότητα σαρκῶν καὶ τριχῶν. Οτι ἐπὶ Τυρρηνοῖς εἰσι Πελασγοὶ, οι διὰ πενίαν σποράδες μετοικοῦντες ηλθόν ποτε καὶ ἐκεῖ, μακρὰν ἀπὸ τῆς κατὰ ̓Αρκαδίαν Κυλλήνης, καὶ ῳκησαν Εὐάνδρου τινὸς ἡγησαμένου τῆς ἀποικίας αὐτοῖς, ος ἐπὶ αρχοντος ̓Αρκαδίας ̓Αγαμήδους τοῦ Στυμφαλοῦ θεοφορήτῳ μητρί φασι πεισθεὶς καὶ λαὸν ἀγείρας καὶ ἐλθὼν ἐκεῖ κατέπαυσε, τῷ Πανὶ νεὼν ἱδρύσας καὶ λόφον ὀχυρωσάμενος, ον Παλλάντιον ὠνόμασεν ἀπὸ τοῦ υἱοῦ Πάλλαντος, τοῦ καὶ ἐπ' ακρῳ τοῦ λόφου θάψαντος αὐτὸν θανόντα, καὶ τὸν ̔Ηρακλέα ξενίσαντος ἀπὸ τῶν τοῦ Γηρυόνου ἐπανιόντα βοῶν· οθεν καὶ νῦν οἱ Λατῖνοι τοὺς βασιλεῖ πρέποντας τόπους ουτω καλοῦσι παλάτια, καθ' ἀφαίρεσιν ἀμεταβόλων τοῦ τε λ καὶ τοῦ ν. Οτι, ὡς ειρηται, σποράδες εἰσὶν οἱ Πελασγοὶ τεθρύληται, ἐπεὶ καὶ οἱ ἐν Τρῳάδι Κίλικες, κατὰ τὸν Ποιητὴν, ὁμόρους εχουσι Πελασγούς. ̓Ερρέθη δὲ καὶ ἡ Λέσβος ποτὲ Πελασγία, καὶ ∆ωδωναῖος δὲ εστι Ζεὺς Πελασγικὸς παρὰ τῷ Ποιητῇ. Γεγόνασι δὲ καὶ Κρήτης εποικοι Πελασγοὶ, ὡς ̓Οδυσσεὺς ἐν τοῖς πρὸς Πηνελόπην λόγοις ἐμφαίνει. Καὶ ἡ Λῆμνος δέ ποτε ᾠκεῖτο ὑπὸ Πελασγῶν, ἐξ ων Λήμνια παροιμιάζονται κακὰ, διὰ τοὺς φόνους ους ἐποίησαν, γυναῖκάς τε κτείναντες αἰχμαλώτους ἀδίκως καὶ παῖδας ους ἐξ αὐτῶν