καταδεηθήσεσθαι τούτου καὶ προσλιπαρήσεσθαι, καὶ μετενεγκεῖν θᾶττον εἰς τὰς βασιλείους αὐλάς. Ἀναχωρή σαντι δὲ οἷ ἥ τε οἰκεία δορυφορία εἵπετο, καὶ πολύ τι πλῆθος συναπεληλύθει τῆς συγκλήτου βουλῆς, οὐ δεσμοῖς εὐνοίας κρατούμενον, ἀλλ' οἱ πλείους, οἰόμενοι ὡς τάχιστα ἐπανήξειν εἰς τὰς προτέρας διατριβὰς, προκατελάμβανον τὴν τούτου εὐμένειαν καὶ τὴν ἔφοδον μνήμης ἐποιοῦντο ἐμπύρευμα. 5.13 Τῷ δὲ κρατοῦντι οὐχ οὕτως ἥδιστον ἐδόκει τὸ ἐκεῖνον τῶν πραγμάτων ὑπεξελθεῖν, ὅσον λυπηρὸν καὶ ὕποπτον κατεφαίνετο τὸ πολὺ τῆς Πόλεως πλῆθος ἐκεῖσε συρρέον, δεδιότι μή τι καὶ νεώτερον ἐπ' αὐτῷ δράσειαν· διὰ ταῦτα ὑπούλως ἄγαν καὶ κακοήθως προσονειδίζει τε τούτῳ διὰ γραμμάτων τὴν τοσαύτην ὑπεροψίαν καὶ μετακαλεῖται ὡς κοινωνήσων τῶν ἀπορρήτων τούτῳ· ὁ δ' εὐθὺς ἀφικνεῖ ται, δόξαν ἐντεῦθεν εἰληφὼς, ὡς προϋπαντήσοι αὐτῷ καὶ τά τε εἰκότα προσφθέγξοιτο καὶ τὰ εἰωθότα διαπράξοιτο. Ὁ δὲ, ἐπειδὴ περὶ ἡμέραν θεάτρου ὁ καιρὸς ἦν, οὐκ ἀναμείνας τὸν θεῖον ἰδεῖν, πρωϊαίτερον ἀπεληλύθει, οὐδέν τι σύνθημα ἐκείνῳ λιπών· ὁ δὲ, ὡς τοῦτο μεμαθήκει, ἔτι μᾶλλον ὑβρίσ θαι δόξας καὶ ἠθετῆσθαι, σὺν πολλῷ τῷ θυμῷ εὐθὺς ἐπα ναστρέφει, οὐκ ἔτι ἐπενδοιάζων ἐπὶ τῇ τοῦ βασιλεύοντος γνώμῃ, ἀλλ' ὅτι δυσμενῶς αὐτῷ ἔχει ἀπὸ τῶν πραγμάτων ἠκριβωκώς. ∆ιαλέλυτο γοῦν αὐτοῖς παντάπασιν ὁ τῆς φιλίας θεσμὸς καὶ ἅτερος θατέρῳ ἀντεπιβουλεύει, μᾶλλον δὲ ὁ μὲν, ἅτε ἐν ἰδιώτου τελῶν σχήματι, κρυφίως καὶ λανθανόντως αὐτὸν μετιέναι διενοεῖτο· ὁ δὲ, τῇ βασιλικῇ ἀποχρώμενος ἐξουσίᾳ, καθαρῶς ἤδη πρὸς ἀπέχθειαν ἀναρρήγνυται· προσ τάττει γοῦν αὐτῷ εἰς ναῦν τε ἐμβῆναι καὶ ἀφικέσθαι ἀπολογησομένῳ, διότι τε ἐκείνου καταφρονεῖ καὶ οὐ πάνυ ἐθέλει πείθεσθαι. 5.14 Ὁ μὲν οὖν τὸν πλοῦν πρὸς αὐτὸν ἐποιεῖτο, ὁ δὲ ἀπὸ μετεώρου τῶν βασιλείων βλέπων εἰς θάλασσαν, ἐπειδὴ τῷ μεγάλῳ λιμένι ἡ φέρουσα τὸν θεῖον προσορμίσειν ἔμελλε ναῦς, σύνθημά τι δοὺς ἄνωθεν τοῖς καταπλέουσιν, ὅπερ δὴ καὶ προείρητο αὐτοῖς, ἐπιστρέφειν τὴν ναῦν, κατόπιν δὲ ἑτέρα τριήρης πρὸς ἀναγωγὴν ἕτοιμος τὴν προτέραν ἐπικα ταλαβοῦσα τοῦτον εἰς ὑπερορίαν ἄγει μακράν. Οὐδὲ τοσοῦ τον γοῦν αὐτῷ ὁ δι' ἐκείνου τε καῖσαρ πρῶτον καὶ βασιλεὺς γεγονὼς ὕστερον τοῦ προτέρου σεβάσματος διεφύλαξεν, ὥστε μετά τινος μετρίας αἰδοῦς τὴν τιμωρίαν τούτῳ ποιήσασθαι· ἀλλ' εἰς χῶρον ἐλαύνει ὃς δὴ τοῖς λῃστεύσασι μόνοις ἀφώρισται, εἰ καὶ μετὰ ταῦτα, βραχύ τι ἀνεθέντος αὐτοῦ τοῦ θυμοῦ, βραχείας τινὸς παραμυθίας ἠξίωσεν. Ὁ μὲν οὖν ἀπῆλθεν οὐ μόνον ταύτην ἀπαντλήσων τὴν δίκην, ἀλλὰ πολλὰς ἐπὶ πολλαῖς συμφοραῖς θεασόμενος· οὐ γὰρ ἔστη ἡ λαχοῦσα τούτῳ τῆς Προνοίας μερὶς, οὕτω γὰρ εἰπεῖν μετριώ τερον, πολλαῖς καὶ συνεχέσι κακώσεσι διαμείβουσα, ἄχρις ἂν αὐτῷ καὶ δημίου χεῖρα τοῖς ὀφθαλμοῖς ἐπαφῆκε καὶ δεινὸν ἐξ ὑπογυίου καὶ βιαιότατον θάνατον. 5.15 Ἐπεὶ δὲ ὁ δεινὸς ἐκεῖνος ἀνὴρ ὡς τοῖς ὤμοις αὐτῷ μοναρχίαν κατεσκευάκει, οὐδὲν τῶν μετρίων περὶ τὴν πολιτείαν διενοεῖτο, ἀλλ' εὐθὺς ἐπεβάλλετο μεταθήσειν πάντα καὶ μεταστήσειν πρὸς ἅπερ αὐτὸς ἐβούλετο, οὐδενὶ γοῦν τῶν ἐν τέλει εὔνουν ἐδίδου τὸ βλέμμα ἢ τὴν ψυχὴν, ἀλλ' ἐξεδειμάτου πάντας τυραννικοῖς ὁμοῦ καὶ λόγοις καὶ νεύμασι· ἐβούλετο δὲ αὐτὸ τοῦτο ὑπήκοον ὡς ἀληθῶς ἐνδεί ξασθαι τὸ ἀρχόμενον, καὶ τοὺς μὲν πολλοὺς τῶν ἐν τέλει παῦσαι τῶν συνήθων ἐξουσιῶν, ἐλευθερίαν δὲ τῷ δήμῳ μνηστεύεσθαι, ἵνα τοῖς πολλοῖς μᾶλλον ἢ τοῖς ὀλίγοις δορυ φοροῖτο· τὴν δὲ τοῦ σώματος φρουρὰν ἐς Σκυθικὰ μεταθή σειν ἐπεχείρει μειράκια, ἅπερ αὐτῷ ἐώνητο πρὸ πολλοῦ, ἀποτετμημένα πάντα καὶ τὴν ἐκείνου γνώμην εἰδότα, καὶ πρὸς τὴν ὑπηρεσίαν ὧν ἐβούλετο εὐπρεπῆ· ἐθάρρει γὰρ ταῖς εὐνοίαις αὐτῶν, ἐπειδὴ καὶ ἀξιώμασι τῶν ὑψηλοτέρων τετίμηκε· καὶ τὰ μὲν περὶ τὸ σῶμα εἶχε, τὰ δ' ἄλλο τι τούτῳ τῶν βουλητῶν