41
ὥστε γενέσθαι τοῦ θεοῦ σῶμα τὸ ἀνωτέρω-ἐσόμεθα διαβάντες τὸ πῦρ ἤλεκτρον τὸ περὶ τὸ σῶμα τοῦ θεοῦ τὸ ὑψηλότερον. 11.6 Κολλᾷ οὖν περὶ τὴν ὀσφὺν αὐτοῦ τὸ περίζωμα τὸ λινοῦν, ἵνα τί; Ἵνα δηλωθῇ ὅτι ὁ λαὸς οἱονεὶ σκέπη ἐστὶ τοῦ θεοῦ· πρὸς γὰρ τοὺς βουλομένους κατηγορεῖν τοῦ θεοῦ ἵσταται ὁ λαὸς καὶ ὡσπερεὶ ὑπερασπίζει αὐτοῦ καὶ οὐκ ἐᾷ τι ἄτοπον λέγεσθαι ἐν τοῖς περὶ τοῦ θεοῦ. Ἐπὰν δὲ ἁμαρτήσωμεν, τὸ περίζωμα τοῦτο ὡς ἀποτίθεται ὁ προφήτης καὶ καταδικάζει αὐτὸ εἰς τὸν Εὐφράτην ποταμόν, ἵνα ἐκεῖ διαφθαρῇ, οὕτως ὁ ἁμαρτάνων ἀποβάλλεται ἀπὸ τῆς ὀσφύος τοῦ θεοῦ καὶ ἐκβληθεὶς ἐκβάλλεται εἰς τὸν Εὐφράτην ποταμόν, τὸν τῆς Μεσοποταμίας ποταμόν, ὅπου οἱ Ἀσσύριοι ἐχθροὶ τῷ Ἰσραήλ, ὅπου οἱ Βαβυλώνιοι, καὶ ἐκεῖ διαφθείρεται. Ὄντων γὰρ τοσούτων ποταμῶν πέμπεται ὁ προφήτης ἀπὸ τῆς Ἰουδαίας εἰς τὸν Εὐφράτην ποταμὸν πραγματεύσασθαι καὶ ἀπαγαγεῖν περιζωμάτιον λινοῦν· διὰ τί δὲ καὶ «λινοῦν»; Ὅτι τὴν γένεσιν ἔχει ἀπὸ γῆς· φυτὸν γάρ ἐστιν ἀνατέλλον ἀπὸ γῆς, εἶτα μετὰ τὸ γεωργηθῆναι ξαινόμενον καὶ πλυνόμενον καὶ σμηχόμενον καὶ πολλῇ ἐργασίᾳ γινόμενον, ἵνα γένηται τοιοῦτον ὥστε γενέσθαι περίζωμα ἢ ὁτιδήποτε. Καὶ ἡμεῖς οὖν πάντες τὴν γένεσιν ἔχομεν ὡς τὸ περίζωμα τοῦ θεοῦ, καὶ ἔχοντες τὴν γένεσιν ἀπὸ γῆς, πολλῆς κατασκευῆς χρῄζομεν, ἵνα ξανθῶμεν, ἵνα πλυνθῶμεν, ἵνα τὸ χρῶμα τῆς γῆς ἀποβάλωμεν. Ἄλλο γὰρ τὸ τῆς γενέσεως τοῦ λινοῦ χρῶμα, ἄλλο τὸ ἀπὸ τῆς ἐργασίας· τὸ μὲν γὰρ τῆς γενέσεως τοῦ λινοῦ χρῶμα μελανώτερόν ἐστιν, ἀπὸ δὲ τῆς ἐργασίας γίνεται λαμπρότατον. Τοιοῦτον οὖν τι καὶ ἐπὶ ἡμᾶς τοὺς ἐν γενέσει φθάνει. Μέλα νές ἐσμεν κατὰ τὴν ἐν τῷ πιστεύειν ἀρχήν, διὸ ἐν ἀρχῇ τοῦ Ἄισματος τῶν ᾀσμάτων λέγεται· «Μέλαινά εἰμι καὶ καλή», καὶ Αἰθίοψιν ἡμεῖς κατ' ἀρχὰς τὴν ψυχὴν ἐοίκαμεν, εἶτα ἀποσμηχόμεθα, ἵνα λαμπρότεροι γενώμεθα κατὰ τὸ «τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη;» καὶ γινόμεθα «λινοῦν λαμπρὸν καὶ καθαρόν». Εἶτα καὶ πλεκόμεθα ἐπὶ τὸ περίζωμα τοῦ θεοῦ, ὅταν ἄξιοι ὦμεν κολλᾶσθαι τῷ θεῷ. Οὐκ ἀποτίθεται ἡμᾶς ὁ θεός. Ἀπέθετο τὸν πρῶτον λαόν, «πάντα τὸν οἶκον Ἰούδα» καὶ «τὸν οἶκον Ἰσραήλ». Ἐγένετο εἰς τὸ μὴ χρησθῆναι ἔτι· οὐκέτι γὰρ αὐτοὺς περιζώννυται. Ἡμᾶς ἀντὶ ἐκείνων περιεζώσατο ὁ θεός· οὐ γὰρ ἀποβαλὼν τὸ περίζωμα ἔμεινε γυμνός, ἀλλὰ ἄλλο περίζωμα ἑαυτῷ ὕφανεν. Τοῦτο τὸ περίζωμα ἡ ἐκκλησία ἐστὶν ἡ ἀπὸ τῶν ἐθνῶν· ἥτις ἴστω ὅτι «εἰ τῶν προτέρων οὐκ ἐφείσατο ὁ θεός, πόσῳ πλέον οὐδὲ αὐτῆς ἁμαρτανούσης φείσεται», ἐὰν μὴ ᾖ ἀξία τῆς ὀσφύος τοῦ θεοῦ· «ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν» ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.