[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. LXXXIII.
[83] ΤΩΙ ΑΥΤΩΙ
Ἐπαινῶ ὅτι κήδῃ τῶν ἡμετέρων: ἔτι ἐπαινῶ τὸ καὶ γνωρίσαι δι' ἐπιστολῆς ἡμῖν ὅτι τοῦτο ποιεῖς. Τὸ μὲν γὰρ τῷ δικαίῳ χαρίζῃ, τὸ δὲ ἡμῖν. Ἀλλ' ὅπως μὴ ἀποκάμνῃς ἡμῖν καὶ πρὸς τὸ ἑξῆς εὖ ποιῶν: ἀεὶ δέ τι φαίνοιο τῇ σπουδῇ προστιθείς, ἵνα σε καὶ πλέον θαυμάζωμεν. Ὁ δὲ υἱὸς Εὐφήμιος οὔπω μὲν πάρεστιν, ἐλπίζεται δέ, καὶ οἶμαί σοι μὴ πολλοῦ πόνου δεήσειν, εἰ παραγένοιτο.