[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. LXXXIV.
[84] ΤΩΙ ΑΥΤΩΙ
Φορτουνάτος, ὁ τὴν ἐπιστολὴν ἐγχειρίζων σοι, φίλος καὶ οἰκεῖός ἐστιν ἡμέτερος: εἰ δὲ δεῖ προσθήκης τινός, καὶ διάκονος τῶν ἐπαινουμένων. Ταῦτα ἔδει σε μαθεῖν παρ' ἡμῶν. Τἄλλα δὲ οἶδ' ὅτι παρὰ σεαυτοῦ προσθήσεις, τὸ οἰκείως ὁρᾶν τὸν ἄνδρα καὶ κηδεμονικῶς ἐν οἷς ἂν δέηται τῆς σῆς εὐλαβείας. Ὡς ὅ τι ἂν τοῦτον εὖ ποιήσῃς, εὐεργετήσων εἶ ἡμᾶς.