ΚΕΦΑΛΑΙΟΝ Βʹ Ποίαν ἔσχεν ἀρχὴν ἡ περὶ τὰς συλλαβὰς τῶν αἱρετικῶν παρατήρησις.
ΚΕΦΑΛΑΙΟΝ Γʹ Ὅτι ἐκ τῆς ἔξωθεν σοφίας ἡ περὶ τῶν συλλαβῶν τεχνολογία.
ΚΕΦΑΛΑΙΟΝ Δʹ Ὅτι ἀπαρατήρητος τῇ Γραφῇ τῶν συλλαβῶν τούτων ἡ χρῆσις.
ΚΕΦΑΛΑΙΟΝ Εʹ Ὅτι καὶ ἐπὶ Πατρὸς λέγεται τὸ δι' οὗ, καὶ ἐπὶ Υἱοῦ τὸ ἐξ οὗ, καὶ ἐπὶ Πνεύματος.
ΚΕΦΑΛΑΙΟΝ Ζʹ Πρὸς τοὺς λέγοντας μὴ ἁρμόζειν ἐπὶ Υἱοῦ λέγεσθαι τὸ μεθ' οὗ, ἀλλὰ τὸ δι' οὗ.
ΚΕΦΑΛΑΙΟΝ Θʹ Ἀφοριστικαὶ ἔννοιαι περὶ τοῦ Πνεύματος τῇ τῶν Γραφῶν ἀκολουθοῦσαι διδασκαλίᾳ.
ΚΕΦΑΛΑΙΟΝ Ιʹ Πρὸς τοὺς λέγοντας μὴ χρῆναι συντάσσειν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα.
ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ Ὅτι παραβάται οἱ τὸ Πνεῦμα ἀρνούμενοι.
ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ Πρὸς τοὺς λέγοντας ἐξαρκεῖν καὶ μόνον τὸ εἰς τὸν Κύριον βάπτισμα.
ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ Αἰτίας ἀπόδοσις διὰ τὶ οἱ ἄγγελοι Πατρὶ καὶ Υἱῷ παρὰ τῷ Παύλῳ συμπαρελήφθησαν.
ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ Ἀπάντησις πρὸς ἀνθυποφορὰν ὅτι καὶ εἰς ὕδωρ βαπτιζόμεθα: ἐν ᾧ καὶ τὰ περὶ βαπτίσματος.
ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ Πρὸς τοὺς λέγοντας μὴ εἶναι δοξαστὸν τὸ Πνεῦμα.
ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ Μαρτυρίαι ἐκ τῶν Γραφῶν τοῦ κυριολογεῖσθαι τὸ Πνεῦμα.
ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ Ὅτι δοξολογία Πνεύματός ἐστιν ἡ τῶν προσόντων αὐτῷ ἀπαρίθμησις.
ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ Ὅτι τῇ ἐν συλλαβῇ ἀντὶ τῆς σὺν ἡ Γραφὴ κέχρηται, ἐν ᾧ καὶ ὅτι ἡ καὶ ἰσοδυναμεῖ τῇ σύν.
ΚΕΦΑΛΑΙΟΝ ΚϚʹ Ὅτι ὁσαχῶς λέγεται τὸ ἐν, τοσαυταχῶς καὶ ἐπὶ τοῦ Πνεύματος λαμβάνεται.
ΚΕΦΑΛΑΙΟΝ Λʹ Διήγησις τῆς παρούσης τῶν ἐκκλησιῶν καταστάσεως.
60. As compared with “ in ,” there is this difference, that while “ with ” sets forth the mutual conjunction of the parties associated,—as, for example, of those who sail with, or dwell with, or do anything else in common, “ in ” shews their relation to that matter in which they happen to be acting. For we no sooner hear the words “sail in” or “dwell in” than we form the idea of the boat or the house. Such is the distinction between these words in ordinary usage; and laborious investigation might discover further illustrations. I have no time to examine into the nature of the syllables. Since then it has been shewn that “ with ” most clearly gives the sense of conjunction, let it be declared, if you will, to be under safe-conduct, and cease to wage your savage and truceless war against it. Nevertheless, though the word is naturally thus auspicious, yet if any one likes, in the ascription of praise, to couple the names by the syllable “and,” and to give glory, as we have taught in the Gospel, in the formula of baptism, Father and Son and Holy Ghost, 14 Matt. xxviii. 19. be it so: no one will make any objection. On these conditions, if you will, let us come to terms. But our foes would rather surrender their tongues than accept this word. It is this that rouses against us their implacable and truceless war. We must offer the ascription of glory to God, it is contended, in the Holy Ghost, and not and to the Holy Ghost, and they passionately cling to this word in , as though it lowered the Spirit. It will therefore be not unprofitable to speak at greater length about it; and I shall be astonished if they do not, when they have heard what we have to urge, reject the in as itself a traitor to their cause, and a deserter to the side of the glory of the Spirit.
[60] Πρὸς δὲ τὴν ἐν συλλαβὴν ἐκεῖνο μάλιστα τὸ διάφορον ἔχει, ὅτι ἡ μὲν σὺν τὴν πρὸς ἀλλήλους συνάφειαν τῶν κοινωνούντων παρίστησιν, οἷον τῶν συμπλεόντων, ἢ συνοικούντων, ἢ ὁτιοῦν τῶν πάντων κοινῶς ἐκτελούντων: ἡ δὲ ἐν τὴν σχέσιν τὴν πρὸς τὸ ἐν ᾧ τυγχάνουσιν ἐνεργοῦντες δηλοῖ. Ἐμπλέουσι γὰρ καὶ ἐνοικοῦσιν ἀκούσαντες, τὸ σκάφος καὶ τὴν οἰκίαν εὐθὺς ἐννοήσαμεν. Κατὰ μὲν οὖν τὴν κοινὴν χρῆσιν, ἡ πρὸς ἀλλήλας αὐτῶν διαφορὰ τοιαύτη, καὶ ἐπὶ πλεῖον ἂν εὑρεθείη παρὰ τῶν φιλοπόνων. Οὐ γὰρ ἐμοὶ σχολὴ τὰ περὶ τῶν συλλαβῶν ἐξετάζειν. Ἐπεὶ οὖν δέδεικται ἡ σὺν εὐσημότατα ἀποδιδοῦσα τῆς συναφείας τὴν ἔννοιαν, γενέσθω ὑμῖν ἔνσπονδος, εἰ δοκεῖ, καὶ παύσασθε τοῦ χαλεποῦ πρὸς αὐτὴν καὶ ἀκηρύκτου πολέμου. Ὅμως μέντοι οὕτως εὐφήμου τῆς φωνῆς ὑπαρχούσης, εἴ τῳ φίλον ἐν δοξολογίαις τῇ καὶ συλλαβῇ συνδεῖν τὰ ὀνόματα καὶ δοξάζειν, ὡς ἐν Εὐαγγελίοις ἐπὶ τοῦ βαπτίσματος μεμαθήκαμεν, Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα: καὶ οὕτω γινέσθω, οὐδεὶς ἀντερεῖ. Ἐπὶ τούτοις, εἰ δοκεῖ, καταθώμεθα. Ἀλλὰ τὰς γλώσσας ἂν πρόοιντο μᾶλλον, ἢ τὴν φωνὴν ταύτην δέξαιντο. Τοῦτο μὲν οὖν ἐστιν, ὃ τὸν ἀκήρυκτον ἡμῖν καὶ ἄσπονδον πόλεμον ἐπεγείρει. Ἐν τῷ Πνεύματι, φησί, τῷ ἁγίῳ τὴν δοξολογίαν ἀποδοτέον τῷ Θεῷ, οὐχὶ δὲ καὶ τῷ Πνεύματι: καὶ ἐκθυμότατα τῆς φωνῆς ταύτης ὡς ταπεινωτικῆς τοῦ Πνεύματος περιέχονται. Περὶ ἧς οὐκ ἄχρηστον καὶ διὰ μακροτέρων εἰπεῖν. Ὧν ἀκούσαντες οὗτοι, θαυμάσαιμεν ἄν, εἰ μὴ ὡς προδότιν αὐτὴν καὶ πρὸς τὴν τοῦ Πνεύματος δόξαν αὐτομολοῦσαν ἀποκηρύξωσιν.