[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. LXXXVI.
[86] ΤΩΙ ΑΥΤΩΙ
Οἷα τυραννεῖς ἡμᾶς ἐκ φιλίας: διακινεῖται ἡμῖν τὸ δόγμα τὸ περὶ τὰς εὐχάς, καὶ τοὺς χλαινοφόρους ἐγκρίνομεν, οὔπω μὲν τοσοῦτον παρανομοῦντες ὅσον οἱ δεινοὶ τὰ ἐρωτικὰ παρ' Ἕλλησιν. Οὐ γὰρ θύουσι μόνον ὡς θεῷ τῷ πάθει, ἀλλὰ καὶ τοῖς ὅρκοις συγγνώμην νέμουσι τοῖς δι' ἔρωτα. Εἰ δέ τι καὶ παρανομοῦμεν, ὅτι διὰ φιλίαν πάσχομεν, τοῦτο οὐχ ἁμαρτάνοντες. Ἧκε οὖν, εἰ μὲν βούλει, μεταμφιασμένος, ἵν' ἀμφότερα ἡμῖν ὡς κάλλιστα ἔχῃ, καὶ τὸ σοῦ τυχεῖν καὶ τὸ τοῦ δόγματος μὴ διαμαρτεῖν: εἰ δὲ μή, καὶ ἀπὸ τῆς χλανίδος πάντως. Κἄν τις ἡμᾶς διώκῃ παρανομίας, ἄχρι τούτου γε ῥητορεύσομεν ὅτι τῶν ἐπιτελούντων εἶ τὴν εὐχήν, οὐ τῶν καλουμένων. Ἐὰν δὲ τοῦτό τις ἐξ ἡμῶν μὴ προσδέξηται, τί πρὸς ἐκεῖνο ἐρεῖ: ὡς ὀρφανὸν καλοῦμέν σε; Οὕτω μὲν δὴ καὶ τυραννήσεις, ἐπειδὴ σὸς ὁ καιρός. Τρίτον δὲ καὶ μέγιστον, ἔξεστί σοι καὶ ὡς ἐπ' εὐχὴν ἡμᾶς καλοῦντι, μετασχεῖν τῆς εὐχῆς. Σὲ μὲν οὖν οὕτως εἰσδεξόμεθα ῥητορεύοντες. Ὑπὲρ δὲ τῆς ἀδελφῆς ἡμᾶς οὐδεὶς εὐθυνεῖ παραγενομένης, ἀλλ' ἐκ τοῦ ἐναντίου κἀκείνην καὶ ἡμᾶς, εἰ μὴ παραγένοιτο. Ὥστε ἡ μὲν αὐτόκλητος ἡκέτω: σὺ δὲ παρακέκλησο καὶ ἀπάντησον τὸ μέν τι ἡμῖν θαρρήσας, τὸ δὲ τῇ εὐχῇ, ἵνα καὶ φαιδροτέραν ποιήσῃς ἡμῖν τὴν πανήγυριν: ἐπειδή σοι σὺν Θεῷ ἱκανῶς τὰ περὶ τὴν γαστέρα ᾠκονόμηται, μᾶλλον δὲ ὀρφανικῶς καί, ἵν' οὕτως εἴπω, λίαν εὐκτικῶς καὶ γενναίως.