ἡμέτερα· ἀλλὰ τοῦτο μὲν ὡς πλείους τὰς ἀντιρρήσεις ἔχον ἐξ ἑκατέρου, ἀνακι νείσθω εἰς ἕτερον ἔλεγχον. 5.20 Ὁ γοῦν τηνικαῦτα βασιλεύων, τὸ τῆς πράξεως ἀποκρύψας εἶδος, ἀόριστον πρὸς αὐτῶν τὴν πεῦσιν ποιεῖται, τοῦτο μόνον προσθεὶς, εἰ τῷ μεγάλα τολμήσαντι οὐκ ἐμπό διον τὰ οὐράνια καθεστήκοι σχήματα· οἱ δ' ἐποπτεύσαντες καὶ πᾶσαν πρὸς τὸν καιρὸν κρίσιν ἀκριβωσάμενοι, ὡς ἑωρά κεσαν ἅπαντα αἵματος πλήρη καὶ κατηφείας, ἀπαγορεύουσι τὴν πρᾶξιν τῷ βασιλεῖ, καὶ οἵ γε δεινότεροι τούτων εἰς ἕτε ρον καιρὸν τὸ ἔργον ἀνατιθέασιν· ὁ δὲ πλατὺν αὐτῶν κατα χέας τὸν γέλωτα καὶ τῆς ἐπιστήμης καταμωκώμενος ὡς ψευδοῦς· «Ἀλλ' ὑμεῖς μὲν, φησὶ, ἔρρετε, ἐγὼ δὲ κρείττονι τόλμῃ τῆς ὑμετέρας ἐπιστήμης τὸ ἀκριβὲς ὑπερβήσομαι». 5.21 Αὐτίκα γοῦν ἐν ἔργοις ἦν, καὶ εὐθὺς ἀναρρή γνυται, καὶ λόγους τινὰς συμπλάσας ὁ ἀθλιώτατος παῖς κατὰ τῆς μηδὲν ἐπιβουλευσάσης μητρὸς, ὡς φαρμακίδα τὴν βασιλίδα καταδικάζει, καὶ μηδὲν τέως τῶν τολμωμένων εἰδυῖαν ἐξάγει τοῦ κοιτωνίσκου τὴν ἐγγενῆ ὁ ἀλλότριος καὶ τὴν εὐγενεστάτην ὁ δυσγενέστατος, καί τινας ἐπ' αὐτὴν λογοποιοὺς καθιεὶς ἀνακρίνει τε περὶ ὧν οὐκ ᾔδει, καὶ ὑπ' εὐθύνην ἄγει, καὶ τιμωρεῖται ὡς καταπραξαμένην τὰ ἀτοπώτατα. Εἰς ναῦν οὖν εὐθὺς ἐμβιβάζει καί τινας συμβιβάσας αὐτῇ οἷς προὐτέτραπτο τὰ ἐπ' ἐκείνῃ τολμηθη σόμενα ἀπελαύνει τῶν βασιλείων καὶ εἰς μίαν τούτων δὴ τῶν πρὸ τῆς Πόλεως νήσων καθίζει, ᾗ δὴ Πρίγκιπος ὄνομα, 5.22 Ὡς δ' ἐγώ τισιν ὕστερον τῶν ἀπαγαγόντων αὐτὴν συνωμίλησα, φασὶν, ὡς ἤδη πρὸς τὸν ἀπόπλουν τῆς νεὼς ἀναχθείσης, ἡ βασιλὶς πρὸς τὰς βασιλείους αὐλὰς ἀναβλέ ψασα ὥσπερ τινὰ προσλαλιὰν θρηνώδη πρὸς τὰ ἀνάκτορα ἐποιήσατο, καὶ τοῦ γε πατρὸς μνησθεῖσα καὶ τῶν ἄνω τοῦ γένους, ἐκ γὰρ πενταγονίας ὁ βασίλειος αὐτῇ κλῆρος κατ ήγετο, ἐπειδὴ τοῦ θείου ἐπεμνήσθη καὶ βασιλέως, λέγω δὲ Βασίλειον ἐκεῖνον τὸν ὑπὲρ πάντας αὐτοκράτορας λάμψαντα, τὸ πολυτελὲς ἀγαθὸν χρῆμα τῇ Ῥωμαίων ἀρχῇ, ἀθρόον δάκρυσι τοὺς ὀφθαλμοὺς ἐπιτέγξασα· «Σὺ μὲν, ἔφη, ὦ θεῖε καὶ βασιλεῦ, βασιλικοῖς γεννηθεῖσαν εὐθὺς σπαργάνοις ἐκό σμησας, καὶ τῶν ἀδελφῶν μᾶλλον ἔστερξας καὶ ἐτίμησας, ὅτι σοι καὶ τὴν θέαν εἶχον παρόμοιον, ὡς τῶν ἑωρακότων ἠκηκόειν πολλάκις· ἀλλὰ καὶ σύ με ὡς ἤδη γε καταφιλῶν καὶ ἀγκαλιζόμενος, σῴζοιο, ἔλεγες, παιδίον, καὶ ἐπὶ μήκι στον ζήσαις τοῦ τε ἡμετέρου γένους ζώπυρον καὶ τῇ βασι λείᾳ θεοπρεπέστατον ἄγαλμα. Ἀλλὰ σὺ μὲν οὕτως ἔτρεφες καὶ ἀνέτρεφες, καὶ μεγάλας ἐπ' ἐμοὶ τὰς τῶν πραγμάτων ἐκβάσεις ἐκέκτησο, ἐψεύσθης δὲ τῶν ἐλπίδων· αὐτή τε γὰρ ἠτίμωμαι καὶ τὸ σύμπαν μου γένος ἠτίμωκα, ἐπὶ τοῖς αἰσχί στοις κατακριθεῖσα καὶ τῶν βασιλείων ἀπελαθεῖσα, καὶ οὐκ οἶδ' εἰς ἥντινα γῆν ἀπαγομένη κατάκριτος· δέδοικα γὰρ μὴ καὶ θηρσὶ βρῶμα προθήσουσιν, ἢ κύματι θαλασσίῳ καλύ ψουσιν· ἀλλ' ἐφορῴης ἄνωθεν, καὶ παντὶ σθένει τὴν σὴν σῴζοις ἀνεψιάν». Ἀλλ', ἐπειδή περ τὸ περιγράψον αὐτὴν ὅριον τὴν νῆσον κατέλαβεν, βραχύ τι τῶν πονηρῶν ἀνεπε πνεύκει προσδοκιῶν, καὶ ὅτι ζῴη ἀνθωμολογεῖτο Θεῷ, καὶ θυσίας εὐθὺς καὶ εὐχὰς ἀπεδίδου τῷ σώσαντι. 5.23 Ἡ μὲν οὖν οὐδέν τι πολυπραγμονήσειν ἔμελλε, καὶ πῶς γὰρ ἐνῆν σὺν μιᾷ θεραπαινίδι εἰς ὑπερορίαν διά γουσα; ὁ δὲ δεινὸς ἐκεῖνος ἀνὴρ ἔτι μᾶλλον ἐπιβουλεύει τῇ βασιλίδι, καὶ ἄλλας ἐπ' ἄλλαις προστίθησι συμφοράς· τέλος δὲ πέμπει τοὺς ἀποκεροῦντας ἐκείνην, ἢ ἀποκτενοῦντας εἰπεῖν οἰκειότερον, καὶ ὁλοκάρπωμα, οὐκ οἶδα μὲν εἰ τῷ Κυρίῳ, τῷ δὲ θυμῷ τοῦ ἐπιτάττοντος βασιλέως ποιήσοντας. Ἐπεὶ δὲ αὐτῷ καὶ τοῦτο ἐτετέλεστο τὸ ἐνθύμημα, ἐκείνην μὲν ὡς ἤδη κατεργασθεῖσαν ἀφίησι,