[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. LXXXVII.
[87] ΦΙΛΑΓΡΙΩΙ
Τοῦ μὲν μὴ δύνασθαι ἡμᾶς συγγενέσθαι ἀλλήλοις ταὐτὸν αἴτιον ἀμφοτέροις: σοί τε γὰρ χρῆται τὸ σῶμα ὡς χρῆται, ἵνα μηδὲν λέγω πλέον, ἐμέ τε ἴσθι λίαν ἔχοντα μοχθηρῶς. Οὐ γὰρ ἂν ὤκνησα πρὸ πάντων, ἐπανήκων ἐκ τῆς ἀποδημίας, εὖ τοῦτο ἐπίστω, καὶ προσδραμεῖν σοι καὶ περιπτύξασθαι καὶ συμβούλῳ χρήσασθαι περὶ τῶν προκειμένων ἀνδρὶ καὶ φίλῳ καὶ συνετῷ καὶ ὑψηλῷ τὴν εὐσέβειαν. Ὃ δὲ λειπόμενον ἦν, τὸ διὰ γραμμάτων ὁμιλεῖν ἡμᾶς ἀλλήλοις, τοῦτο ἐποίησας μὲν αὐτὸς εὖ ποιῶν, ποιοῦμεν δὲ καὶ ἡμεῖς. Οὐ μικρὰ ἡμῖν ἐστι οὐδὲ μικροῦ λόγου περὶ ὧν ἐπιστέλλεις: ὅθεν οὐδὲ αὐτοὶ παρέργως οὐδὲ ῥᾳθύμως ταῦτα διασκεψάμενοι, ἀλλὰ καὶ λίαν ἐπιμελῶς ἐπὶ τὴν κρίσιν ταύτην προεληλύθαμεν. Κεκμήκαμεν ἀγωνιζόμενοι πρὸς τὸν φθόνον καὶ τοὺς ἱεροὺς ἐπισκόπους τὴν κοινὴν ὁμόνοιαν διαλύοντας καὶ τῶν ἰδίων φιλονεικιῶν τὸ τῆς πίστεως πάρεργον ποιουμένους. Διὰ τοῦτο ἔγνωμεν πρύμναν κρούσασθαι, τὸ τοῦ λόγου, καὶ εἰς ἡμᾶς αὐτοὺς συσταλῆναι, ὥσπερ τὸν ναυτῖλόν φασιν ἰχθὺν ὅταν χειμῶνος αἰσθάνηται, καὶ τοὺς μὲν ἄλλους ὁρᾶν πόρρωθεν βαλλομένους καὶ βάλλοντας, αὐτοὶ δὲ πρὸς τὰ ἐκεῖσε μετασκευάζεσθαι. Εἰ δὲ τὴν Ἐκκλησίαν καταλιπεῖν ἐπικίνδυνον, ὡς γράφεις, ποίαν; εἰ μὲν τὴν ἡμετέραν, κἀγώ φημι καὶ ὀρθῶς λέγεται: εἰ δὲ τὴν μηδὲν προσήκουσαν μηδ' ἐπικηρυχθεῖσαν ἡμῖν, ἀνεύθυνοι. Ἀλλ' ὅτι ἐπεμελήθημεν χρόνον τινά, τούτῳ κρατούμεθα; πολλοὶ καὶ ἄλλοι κρατηθεῖεν ἄν, ὅσοι ξένων ἐπεμελήθησαν. Καὶ τάχα τὸ μὲν καμεῖν ἔμμισθον, τὸ δὲ ἀπειπεῖν οὐχ ὑπεύθυνον. Μηδὲν οὖν δείσῃς περὶ ἡμῶν τούτου γε ἕνεκεν: ἀλλ' ἐκεῖνο μᾶλλον, μή τι βλαπτώμεθα.