ΚΕΦΑΛΑΙΟΝ Βʹ Ποίαν ἔσχεν ἀρχὴν ἡ περὶ τὰς συλλαβὰς τῶν αἱρετικῶν παρατήρησις.
ΚΕΦΑΛΑΙΟΝ Γʹ Ὅτι ἐκ τῆς ἔξωθεν σοφίας ἡ περὶ τῶν συλλαβῶν τεχνολογία.
ΚΕΦΑΛΑΙΟΝ Δʹ Ὅτι ἀπαρατήρητος τῇ Γραφῇ τῶν συλλαβῶν τούτων ἡ χρῆσις.
ΚΕΦΑΛΑΙΟΝ Εʹ Ὅτι καὶ ἐπὶ Πατρὸς λέγεται τὸ δι' οὗ, καὶ ἐπὶ Υἱοῦ τὸ ἐξ οὗ, καὶ ἐπὶ Πνεύματος.
ΚΕΦΑΛΑΙΟΝ Ζʹ Πρὸς τοὺς λέγοντας μὴ ἁρμόζειν ἐπὶ Υἱοῦ λέγεσθαι τὸ μεθ' οὗ, ἀλλὰ τὸ δι' οὗ.
ΚΕΦΑΛΑΙΟΝ Θʹ Ἀφοριστικαὶ ἔννοιαι περὶ τοῦ Πνεύματος τῇ τῶν Γραφῶν ἀκολουθοῦσαι διδασκαλίᾳ.
ΚΕΦΑΛΑΙΟΝ Ιʹ Πρὸς τοὺς λέγοντας μὴ χρῆναι συντάσσειν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα.
ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ Ὅτι παραβάται οἱ τὸ Πνεῦμα ἀρνούμενοι.
ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ Πρὸς τοὺς λέγοντας ἐξαρκεῖν καὶ μόνον τὸ εἰς τὸν Κύριον βάπτισμα.
ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ Αἰτίας ἀπόδοσις διὰ τὶ οἱ ἄγγελοι Πατρὶ καὶ Υἱῷ παρὰ τῷ Παύλῳ συμπαρελήφθησαν.
ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ Ἀπάντησις πρὸς ἀνθυποφορὰν ὅτι καὶ εἰς ὕδωρ βαπτιζόμεθα: ἐν ᾧ καὶ τὰ περὶ βαπτίσματος.
ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ Πρὸς τοὺς λέγοντας μὴ εἶναι δοξαστὸν τὸ Πνεῦμα.
ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ Μαρτυρίαι ἐκ τῶν Γραφῶν τοῦ κυριολογεῖσθαι τὸ Πνεῦμα.
ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ Ὅτι δοξολογία Πνεύματός ἐστιν ἡ τῶν προσόντων αὐτῷ ἀπαρίθμησις.
ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ Ὅτι τῇ ἐν συλλαβῇ ἀντὶ τῆς σὺν ἡ Γραφὴ κέχρηται, ἐν ᾧ καὶ ὅτι ἡ καὶ ἰσοδυναμεῖ τῇ σύν.
ΚΕΦΑΛΑΙΟΝ ΚϚʹ Ὅτι ὁσαχῶς λέγεται τὸ ἐν, τοσαυταχῶς καὶ ἐπὶ τοῦ Πνεύματος λαμβάνεται.
ΚΕΦΑΛΑΙΟΝ Λʹ Διήγησις τῆς παρούσης τῶν ἐκκλησιῶν καταστάσεως.
62. It is an extraordinary statement, but it is none the less true, that the Spirit is frequently spoken of as the place of them that are being sanctified, and it will become evident that even by this figure the Spirit, so far from being degraded, is rather glorified. For words applicable to the body are, for the sake of clearness, frequently transferred in scripture to spiritual conceptions. Accordingly we find the Psalmist, even in reference to God, saying “Be Thou to me a champion God and a strong place to save me” 19 Ps. lxxi. 3, LXX. and concerning the Spirit “behold there is place by me, and stand upon a rock.” 20 Ex. xxxiii. 21, LXX. Plainly meaning the place or contemplation in the Spirit wherein, after Moses had entered thither, he was able to see God intelligibly manifested to him. This is the special and peculiar place of true worship; for it is said “Take heed to thyself that thou offer not thy burnt offerings in every place…but in the place the Lord thy God shall choose.” 21 Deut. xii. 13, 14. Now what is a spiritual burnt offering? “The sacrifice of praise.” 22 Ps. l. 14, LXX. And in what place do we offer it? In the Holy Spirit. Where have we learnt this? From the Lord himself in the words “The true worshippers shall worship the Father in spirit and in truth.” 23 John iv. 23. With this interpretation, cf. Athan., Epist. i. Ad Serap. § 33, “Hence it is shewn that the Truth is the Son Himself…for they worship the Father, but in Spirit and in Truth, confessing the Son and the Spirit in him; for the Spirit is inseparable from the Son as the Son is inseparable from the Father.” This place Jacob saw and said “The Lord is in this place.” 24 Gen. xxviii. 16. It follows that the Spirit is verily the place of the saints and the saint is the proper place for the Spirit, offering himself as he does for the indwelling of God, and called God’s Temple. 25 1 Cor. vi. 19. So Paul speaks in Christ, saying “In the sight of God we speak in Christ,” 26 2 Cor. ii. 17. and Christ in Paul, as he himself says “Since ye seek a proof of Christ speaking in me.” 27 2 Cor. xiii. 3. So also in the Spirit he speaketh mysteries, 28 1 Cor. xiv. 2. and again the Spirit speaks in him. 29 1 Peter i. 11.
[62] Ὃ δὲ παράδοξον μὲν εἰπεῖν, ἀληθὲς δὲ οὐδενὸς ἔλαττον, ὅτι καὶ ὡς χώρα τῶν ἁγιαζομένων πολλάκις τὸ Πνεῦμα λέγεται. Καὶ φανήσεται οὐδὲ οὗτος ὁ τρόπος κατασμικρύνων τὸ Πνεῦμα, ἀλλὰ μᾶλλον δοξάζων. Τὰ γάρ τοι σωματικὰ τῶν ὀνομάτων καὶ ἐπὶ τὰς πνευματικὰς ἐννοίας ἐναργείας ἕνεκεν πολλάκις ὁ λόγος μετακομίζει. Τετηρήκαμεν οὖν καὶ ἐπὶ τοῦ Θεοῦ τὸν ψαλμῳδὸν λέγοντα: «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν, καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με.» Περὶ δὲ τοῦ Πνεύματος: «Ἰδοὺ τόπος, φησί, παρ' ἐμοί, καὶ στῆθι ἐπὶ τῆς πέτρας», τί ἄλλο λέγων τὸν τόπον, ἢ τὴν ἐν Πνεύματι θεωρίαν, ἐν ᾗ γενόμενος, ἐδύνατο ἰδεῖν γνωστῶς ἐμφανιζόμενον αὐτῷ τὸν Θεὸν ὁ Μωϋσῆς; Οὗτός ἐστιν ὁ τόπος ὁ τῆς ἀληθινῆς λατρείας ἴδιος. «Πρόσεχε γάρ, φησί, μὴ ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου ἐν παντὶ τόπῳ: ἀλλ' ἐν τῷ τόπῳ, ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου.» Ποῖον οὖν ἐστιν ὁλοκαύτωμα πνευματικόν; Ἡ θυσία τῆς αἰνέσεως. Ἐν ποίῳ δὲ τόπῳ ταύτην προσφέρομεν; ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Ποῦ τοῦτο μεμαθήκαμεν; Παρ' αὐτοῦ τοῦ Κυρίου λέγοντος ὅτι «οἱ ἀληθινοὶ προσκυνηταὶ ἐν Πνεύματι καὶ ἀληθείᾳ προσκυνήσουσι τῷ Πατρί». Τοῦτον τὸν τόπον ἰδὼν ὁ Ἰακὼβ ἔφη ὅτι «Κύριος ἐν τῷ τόπῳ τούτῳ». Ὥστε τὸ Πνεῦμα, τόπος ἀληθῶς τῶν ἁγίων. Καὶ ὁ ἅγιος, τόπος οἰκεῖος τῷ Πνεύματι ἐμπαρέχων ἑαυτὸν πρὸς ἐνοίκησιν τὴν μετὰ Θεοῦ, καὶ ναὸς αὐτοῦ χρηματίζων. Ὡς γὰρ ἐν Χριστῷ λαλεῖ Παῦλος: «Κατενώπιον γάρ, φησί, Θεοῦ, ἐν Χριστῷ λαλοῦμεν»: καὶ Χριστὸς ἐν Παύλῳ, ὡς αὐτὸς λέγει: «Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;» οὕτω καὶ «ἐν Πνεύματι λαλεῖ τὰ μυστήρια», καὶ τὸ Πνεῦμα πάλιν λαλεῖ ἐν αὐτῷ.