προσωποποιεῖται δὲ τὴν πρᾶξιν καὶ εἰσάγει σκηνὴν, καὶ τῇ συγκλήτῳ βουλῇ ἀνακαλύπτει δῆθεν τὰ παρ' ἐκείνης κατ' αὐτοῦ μελετώμενα, καὶ ὡς ὑπώπτευε μὲν καὶ πόρρωθεν, μᾶλλον δ' ἐπεφωράκει πολλάκις, ἐπεκάλυπτε δὲ τὸ δεινὸν αἰδοῦς τῆς πρὸς αὐτοὺς ἕνεκα· καὶ τοιαῦτά τινα συμπλάσας καὶ φλυαρήσας, καὶ τὰς ἐκείνων γλώσσας κερδήσας πρὸς τὸν καιρὸν παρα φθεγξαμένας, ἐπειδὴ τούτοις ἀπολελόγητο ἱκανῶς, καὶ τοῦ δημοτικοῦ πλήθους ἀποπειρᾶται, καί τινας ἐκ τούτων εὐη χέστατα πρὸς ἃ ἐβούλετο κατεσκευακὼς ὄργανα, τὰ μὲν εἰρήκει, τὰ δὲ παρ' αὐτῶν ἠκηκόει· καὶ εὐνοϊκῶς καὶ τού τους πρὸς τὴν πρᾶξιν ὑπειληφὼς ἔχοντας διέλυσέ τε καὶ τοῦτον τὸν σύλλογον καὶ, ὥς τινα ἆθλον τῶν ὑπερφυεστά των τετελεκὼς, τοῦ τε πολλοῦ καμάτου ἀναπεπνεύκει καὶ πρὸς ἱλαρὰς παιδιὰς ἑαυτὸν ἐπαφῆκε, μόνον οὐκ ἐπορχού μενος, οὐδὲ τοῦ ἐδάφους ὑπεραλλόμενος. Ἔμελλε δὲ ἄρα οὐκ εἰς μακρόν τινα χρόνον, ἀλλ' εὐθὺς καὶ ἐξ ὑπογυίου δίκας τοῦ τυραννικοῦ δώσειν φρονήματος. 5.24 Τὰ δὲ ἐντεῦθεν καὶ ὁ λόγος ἐλάττων πρὸς τὴν τῶν πεπραγμένων διήγησιν, ὅ τε νοῦς οὐ χωρεῖ τῆς Προ νοίας τὸ μέτρον· λέγω δὲ τοῖς ἐμοῖς καὶ τὰ τῶν ἄλλων κρί νων· οὔτε γὰρ ἂν ποιητὴς θεόπνουν τὴν ψυχὴν ἔχων καὶ τὴν γλῶτταν αὐτὴν θεοφόρητον, οὔτε τις ῥήτωρ ἄκραν εὐτυχήσας ψυχῆς τε εὐφυΐαν καὶ εὐγλωττίαν, πρὸς δὲ καὶ τέχνῃ κατακοσμήσας τὴν ἔμφυτον δύναμιν, οὔτε μὴν φιλό σοφος Προνοίας καὶ λόγους ἠκριβωκὼς, ἢ εἴ τι ἄλλο τῶν ὑπὲρ ἡμῶν μεμαθηκὼς διὰ πλῆθος συνέσεως, εἰπεῖν τι μετρίως τῶν τηνικαῦτα πραχθέντων ἰσχύσειαν, ὁ μὲν οἷον σκηνοβατῶν τὴν ἀφήγησιν καὶ ποικίλως μεταμορφούμενος, ὁ δὲ μεγαλοφυέστερον τοὺς λόγους πράττων καὶ ἁρμονικῶς συντιθεὶς, καὶ παρισάζων τῷ μεγέθει τῆς πράξεως, ὁ δ' οὐκ αὐτοματίζων τὸ γεγονὸς, ἀλλ' αἰτίας τινὰς προθεὶς ἔμφρονας, ἀφ' ὧν τὸ μέγα ἐκεῖνο καὶ δημοσιώτατον ἀπετε λέσθη μυστήριον (οὕτω γὰρ εἰπεῖν οἰκειότερον)· ὅθεν κἂν ἀπεσιώπησα τὴν μεγάλην ἐκείνην φορὰν καὶ συγκίνησιν, εἰ μή γε ᾔδειν τὸ καιριώτατον τῆς χρονογραφίας κατασι γάσας· ὅθεν ἐπὶ μικρᾶς σχεδίας μέγα περαιώσασθαι τετόλ μηκα πέλαγος. Λέξω γοῦν, ὡς ἂν οἷός τε ὦ, ὁπόσα μετὰ τὴν τῆς βασιλίδος ὑπερορίαν ἡ θεία δίκη τῷ τε καιρῷ καὶ τοῖς πράγμασιν ἐκαινοτόμησεν. 5.25 Ὁ μὲν γὰρ βασιλεὺς τέως ἐτρύφα καὶ πλήρης καθειστήκει φρονήματος, ἡ δέ γε ξύμπασα Πόλις, λέγω δὲ πᾶν γένος καὶ τύχην καὶ ἡλικίαν, ὥσπερ λυθείσης αὐτῇ τῆς συμφυοῦς ἁρμονίας, κατὰ μέρη τινὰ συγκινεῖσθαι καὶ δια ταράττεσθαι ἤρχετο, καὶ οὐκ ἦν τῶν πάντων οὐδεὶς ὃς οὐχὶ τὰ πρῶτα μὲν ὑπετονθόρυζε τῇ γλώττῃ καὶ δεινότερον τῇ καρδίᾳ περὶ τοῦ πράγματος ἐβυσσοδόμευεν, καὶ τῇ γλώττῃ τοῦ λέγειν ἐδίδου ἐλευθερίαν. Ὡς γὰρ ἡ φήμη ἁπανταχοῦ <ἦν> τῆς περὶ τὴν βασιλίδα καινοτομίας, πενθοῦσαν ἦν ὁρᾶν τὴν Πόλιν ξύμπασαν· καὶ ὥσπερ ἐπὶ ταῖς μεγάλαις κινήσεσι τοῦ παντὸς σκυθρωπάζουσιν ἅπαντες τὰς ψυχὰς καὶ οὐκ ἔχουσιν ὅπως ἂν ἑαυτοὺς ἀνακτήσαιντο, τὰ μὲν τῶν δεινῶν ὑπομεμενηκότες, τὰ δὲ ἐλπίζοντες, οὕτω δὴ καὶ τότε πᾶσαν ψυχὴν κατήφειά τις κατειλήφει δεινὴ, καὶ ἀπαραμύθητος συμφορὰ, καὶ εἰς δευτέραν ἡμέραν οὐδεὶς τέως ἐπεῖχε τὴν γλῶτταν, οὐ τῶν ἐν τέλει, οὐ τῶν τοῦ βήματος, ἀλλ' οὐδ' ὅσον ἐκείνου συγγενικὸν καὶ οἰκίδιον· οἱ δ' οὖν ἐπὶ τῶν ἐργαστηρίων καὶ πρὸς μεγάλας τόλμας παρεσκευάζοντο· ἀλλ' οὐδ' ὅσον ξενικόν τε καὶ συμμαχικὸν εἰώθασι παρατρέ φειν οἱ βασιλεῖς, λέγω δὲ τοὺς περὶ τὸν Ταῦρον Σκύθας, ἢ ἕτεροί τινες, κατέχειν ἠδύναντο τὰς ὀργὰς, ἀλλὰ πάντες καταθύειν ὑπὲρ τῆς βασιλίδος ἐβούλοντο τὰς ψυχάς. 5.26 Τὸ δ' ἀγοραῖον γένος καὶ ἄφετον ἤδη που καὶ παρεκεκίνητο ὡς ἀντιτυραννῆσον τῷ τυραννεύσαντι· τὸ δὲ θῆλυ γένος, ἀλλὰ πῶς ἂν τοῦτο τοῖς οὐκ εἰδόσιν ἀφηγησαί μην; ἐγὼ γοῦν πολλὰς ἑωράκειν, ἃς οὐδεὶς ἄχρι τότε τῆς