[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. LXXXIX.
[89] ΒΟΣΠΟΡΙΩΙ
Αἰδοῦμαί σου τῆς κλήσεως τὸ φιλόπονον. Αἰσχυνοίμην δ' ἂν πλέον ἐμαυτὸν μὴ τἀληθῆ γράφων. Δέδοικα μὴ πέρας ἡμῖν ἔχῃ καὶ τὰ πράγματα: οὕτως αἰσχύνομαι τὴν ἐμὴν πολιὰν καὶ τὴν κοινὴν τράπεζαν καὶ τοὺς ἐκ νεότητος πόνους, ἔλαττον παρ' ὑμῖν ἔχων καὶ τῶν κακίστων καὶ ὑφ' ὧν ἥκιστα ἂν ᾠήθην ἀτιμαζόμενος.