ΚΕΦΑΛΑΙΟΝ Βʹ Ποίαν ἔσχεν ἀρχὴν ἡ περὶ τὰς συλλαβὰς τῶν αἱρετικῶν παρατήρησις.
ΚΕΦΑΛΑΙΟΝ Γʹ Ὅτι ἐκ τῆς ἔξωθεν σοφίας ἡ περὶ τῶν συλλαβῶν τεχνολογία.
ΚΕΦΑΛΑΙΟΝ Δʹ Ὅτι ἀπαρατήρητος τῇ Γραφῇ τῶν συλλαβῶν τούτων ἡ χρῆσις.
ΚΕΦΑΛΑΙΟΝ Εʹ Ὅτι καὶ ἐπὶ Πατρὸς λέγεται τὸ δι' οὗ, καὶ ἐπὶ Υἱοῦ τὸ ἐξ οὗ, καὶ ἐπὶ Πνεύματος.
ΚΕΦΑΛΑΙΟΝ Ζʹ Πρὸς τοὺς λέγοντας μὴ ἁρμόζειν ἐπὶ Υἱοῦ λέγεσθαι τὸ μεθ' οὗ, ἀλλὰ τὸ δι' οὗ.
ΚΕΦΑΛΑΙΟΝ Θʹ Ἀφοριστικαὶ ἔννοιαι περὶ τοῦ Πνεύματος τῇ τῶν Γραφῶν ἀκολουθοῦσαι διδασκαλίᾳ.
ΚΕΦΑΛΑΙΟΝ Ιʹ Πρὸς τοὺς λέγοντας μὴ χρῆναι συντάσσειν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα.
ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ Ὅτι παραβάται οἱ τὸ Πνεῦμα ἀρνούμενοι.
ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ Πρὸς τοὺς λέγοντας ἐξαρκεῖν καὶ μόνον τὸ εἰς τὸν Κύριον βάπτισμα.
ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ Αἰτίας ἀπόδοσις διὰ τὶ οἱ ἄγγελοι Πατρὶ καὶ Υἱῷ παρὰ τῷ Παύλῳ συμπαρελήφθησαν.
ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ Ἀπάντησις πρὸς ἀνθυποφορὰν ὅτι καὶ εἰς ὕδωρ βαπτιζόμεθα: ἐν ᾧ καὶ τὰ περὶ βαπτίσματος.
ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ Πρὸς τοὺς λέγοντας μὴ εἶναι δοξαστὸν τὸ Πνεῦμα.
ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ Μαρτυρίαι ἐκ τῶν Γραφῶν τοῦ κυριολογεῖσθαι τὸ Πνεῦμα.
ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ Ὅτι δοξολογία Πνεύματός ἐστιν ἡ τῶν προσόντων αὐτῷ ἀπαρίθμησις.
ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ Ὅτι τῇ ἐν συλλαβῇ ἀντὶ τῆς σὺν ἡ Γραφὴ κέχρηται, ἐν ᾧ καὶ ὅτι ἡ καὶ ἰσοδυναμεῖ τῇ σύν.
ΚΕΦΑΛΑΙΟΝ ΚϚʹ Ὅτι ὁσαχῶς λέγεται τὸ ἐν, τοσαυταχῶς καὶ ἐπὶ τοῦ Πνεύματος λαμβάνεται.
ΚΕΦΑΛΑΙΟΝ Λʹ Διήγησις τῆς παρούσης τῶν ἐκκλησιῶν καταστάσεως.
64. Another sense may however be given to the phrase, that just as the Father is seen in the Son, so is the Son in the Spirit. The “worship in the Spirit” suggests the idea of the operation of our intelligence being carried on in the light, as may be learned from the words spoken to the woman of Samaria. Deceived as she was by the customs of her country into the belief that worship was local, our Lord, with the object of giving her better instruction, said that worship ought to be offered “in Spirit and in Truth,” 38 John iv. 24. plainly meaning by the Truth, Himself. As then we speak of the worship offered in the Image of God the Father as worship in the Son, so too do we speak of worship in the Spirit as shewing in Himself the Godhead of the Lord. Wherefore even in our worship the Holy Spirit is inseparable from the Father and the Son. If you remain outside the Spirit you will not be able even to worship at all; and on your becoming in Him you will in no wise be able to dissever Him from God;—any more than you will divorce light from visible objects. For it is impossible to behold the Image of the invisible God except by the enlightenment of the Spirit, and impracticable for him to fix his gaze on the Image to dissever the light from the Image, because the cause of vision is of necessity seen at the same time as the visible objects. Thus fitly and consistently do we behold the “Brightness of the glory” of God by means of the illumination of the Spirit, and by means of the “Express Image” we are led up to Him of whom He is the Express Image and Seal, graven to the like. 39 cf. note on § 15. So Athan. in Matt. xi. 22. Σφραγὶς γάρ ἐστιν ἰσότυπος ἐν ἑαυτῷ δεικνὺς τὸν πατέρα. cf. Athan., De Dec. § 20, and note 9 in this series, p. 163. cf. also Greg. Nyss., In Eunom. ii. 12.
[64] Δεύτερος δὲ νοῦς, οὐδὲ αὐτὸς ἀπόβλητος: ὅτι ὥσπερ ἐν τῷ Υἱῷ ὁρᾶται ὁ Πατήρ, οὕτως ὁ Υἱὸς ἐν τῷ Πνεύματι. Ἡ τοίνυν ἐν τῷ Πνεύματι προσκύνησις, τὴν ὡς ἐν φωτὶ γινομένην τῆς διανοίας ἡμῶν ἐνέργειαν ὑποβάλλει, ὡς ἐκ τῶν πρὸς τὴν Σαμαρεῖτιν εἰρημένων ἂν μάθοις. Ἐν τόπῳ γὰρ εἶναι τὴν προσκύνησιν ἐκ τῆς ἐγχωρίου συνηθείας ἠπατημένην ὁ Κύριος ἡμῶν μεταδιδάσκων, ἐν Πνεύματι καὶ ἀληθείᾳ χρῆναι προσκυνεῖν ἔφησεν, ἑαυτὸν λέγων δηλαδὴ τὴν ἀλήθειαν. Ὥσπερ οὖν ἐν τῷ Υἱῷ προσκύνησιν λέγομεν, τὴν ὡς ἐν εἰκόνι τοῦ Θεοῦ καὶ Πατρός, οὕτω καὶ ἐν τῷ Πνεύματι, ὡς ἐν ἑαυτῷ δεικνύντι τὴν τοῦ Κυρίου θεότητα. Διὸ καὶ ἐν τῇ προσκυνήσει ἀχώριστον ἀπὸ Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Ἔξω μὲν γὰρ ὑπάρχων αὐτοῦ, οὐδὲ προσκυνήσεις τὸ παράπαν: ἐν αὐτῷ δὲ γενόμενος οὐδενὶ τρόπῳ ἀποχωρίσεις ἀπὸ Θεοῦ: οὐ μᾶλλόν γε, ἢ τῶν ὁρατῶν ἀποστήσεις τὸ φῶς. Ἀδύνατον γὰρ ἰδεῖν τὴν εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου, μὴ ἐν τῷ φωτισμῷ τοῦ Πνεύματος. Καὶ τὸν ἐνατενίζοντα τῇ εἰκόνι, ἀμήχανον τῆς εἰκόνος ἀποχωρίσαι τὸ φῶς. Τὸ γὰρ τοῦ ὁρᾶν αἴτιον, ἐξ ἀνάγκης συγκαθορᾶται τοῖς ὁρατοῖς. Ὥστε οἰκείως καὶ ἀκολούθως διὰ μὲν τοῦ φωτισμοῦ τοῦ Πνεύματος, τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Θεοῦ καθορῶμεν: διὰ δὲ τοῦ χαρακτῆρος, ἐπὶ τὸν οὗ ἐστιν ὁ χαρακτὴρ καὶ ἡ ἰσότυπος σφραγὶς ἀναγόμεθα.