[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. XC.
[90] ΑΝΥΣΙΩΙ
Πῶς ἔχει τὰ πράγματα ἡμῖν ἐρωτᾷς. Μετά τινος ἱστορίας ἀποκρινούμεθα. Ἐπρέσβευον Ἀθηναῖοι πρὸς Λακεδαιμονίους, φησίν, ἡνίκα ἐτυραννοῦντο: ἡ πρεσβεία δὲ ἦν γενέσθαι τι αὐτοῖς ἐκεῖθεν φιλάνθρωπον. Ὡς δ' ἐπανῆκον ἐκ τῆς πρεσβείας, ἔπειτα ἤρετό τις: «Πῶς ὑμῖν οἱ Λακεδαιμόνιοι; _Ὡς μὲν δούλοις, ἔφασαν, λίαν χρηστῶς: ὡς δὲ ἐλευθέροις, λίαν ὑβριστικῶς». Τοῦτο οὖν καὶ αὐτὸς ἔχω γράφειν: πράττομεν γὰρ τῶν μὲν ἀπεγνωσμένων φιλανθρωπότερον, τῶν δὲ μελόντων Θεῷ φορτικώτερον. Ἥ τε γὰρ νόσος παραλυπεῖ ἔτι, μᾶλλον δὲ λίαν λυπεῖ, οἵ τε φίλοι κακοῦντες οὐκ ἀνιᾶσι καὶ τὰ δύνατα βλάπτοντες. Ἀλλ' εὔχου τὸ Θεῖον εὐμενὲς ἡμῖν εἶναι, καὶ δυοῖν θάτερον ἢ φευξόμεθα τὰ δεινὰ πάντως ἢ καρτερήσομεν. Ἔστι δὲ καὶ τοῦτο ἐπιεικῶς συμφορᾶς ἐλάττωσις.