ΚΕΦΑΛΑΙΟΝ Βʹ Ποίαν ἔσχεν ἀρχὴν ἡ περὶ τὰς συλλαβὰς τῶν αἱρετικῶν παρατήρησις.
ΚΕΦΑΛΑΙΟΝ Γʹ Ὅτι ἐκ τῆς ἔξωθεν σοφίας ἡ περὶ τῶν συλλαβῶν τεχνολογία.
ΚΕΦΑΛΑΙΟΝ Δʹ Ὅτι ἀπαρατήρητος τῇ Γραφῇ τῶν συλλαβῶν τούτων ἡ χρῆσις.
ΚΕΦΑΛΑΙΟΝ Εʹ Ὅτι καὶ ἐπὶ Πατρὸς λέγεται τὸ δι' οὗ, καὶ ἐπὶ Υἱοῦ τὸ ἐξ οὗ, καὶ ἐπὶ Πνεύματος.
ΚΕΦΑΛΑΙΟΝ Ζʹ Πρὸς τοὺς λέγοντας μὴ ἁρμόζειν ἐπὶ Υἱοῦ λέγεσθαι τὸ μεθ' οὗ, ἀλλὰ τὸ δι' οὗ.
ΚΕΦΑΛΑΙΟΝ Θʹ Ἀφοριστικαὶ ἔννοιαι περὶ τοῦ Πνεύματος τῇ τῶν Γραφῶν ἀκολουθοῦσαι διδασκαλίᾳ.
ΚΕΦΑΛΑΙΟΝ Ιʹ Πρὸς τοὺς λέγοντας μὴ χρῆναι συντάσσειν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα.
ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ Ὅτι παραβάται οἱ τὸ Πνεῦμα ἀρνούμενοι.
ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ Πρὸς τοὺς λέγοντας ἐξαρκεῖν καὶ μόνον τὸ εἰς τὸν Κύριον βάπτισμα.
ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ Αἰτίας ἀπόδοσις διὰ τὶ οἱ ἄγγελοι Πατρὶ καὶ Υἱῷ παρὰ τῷ Παύλῳ συμπαρελήφθησαν.
ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ Ἀπάντησις πρὸς ἀνθυποφορὰν ὅτι καὶ εἰς ὕδωρ βαπτιζόμεθα: ἐν ᾧ καὶ τὰ περὶ βαπτίσματος.
ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ Πρὸς τοὺς λέγοντας μὴ εἶναι δοξαστὸν τὸ Πνεῦμα.
ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ Μαρτυρίαι ἐκ τῶν Γραφῶν τοῦ κυριολογεῖσθαι τὸ Πνεῦμα.
ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ Ὅτι δοξολογία Πνεύματός ἐστιν ἡ τῶν προσόντων αὐτῷ ἀπαρίθμησις.
ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ Ὅτι τῇ ἐν συλλαβῇ ἀντὶ τῆς σὺν ἡ Γραφὴ κέχρηται, ἐν ᾧ καὶ ὅτι ἡ καὶ ἰσοδυναμεῖ τῇ σύν.
ΚΕΦΑΛΑΙΟΝ ΚϚʹ Ὅτι ὁσαχῶς λέγεται τὸ ἐν, τοσαυταχῶς καὶ ἐπὶ τοῦ Πνεύματος λαμβάνεται.
ΚΕΦΑΛΑΙΟΝ Λʹ Διήγησις τῆς παρούσης τῶν ἐκκλησιῶν καταστάσεως.
65. The word “ in, ” say our opponents, “is exactly appropriate to the Spirit, and sufficient for every thought concerning Him. Why then, they ask, have we introduced this new phrase, saying, “ with the Spirit” instead of “ in the Holy Spirit,” thus employing an expression which is quite unnecessary, and sanctioned by no usage in the churches? Now it has been asserted in the previous portion of this treatise that the word “ in ” has not been specially allotted to the Holy Spirit, but is common to the Father and the Son. It has also been, in my opinion, sufficiently demonstrated that, so far from detracting anything from the dignity of the Spirit, it leads all, but those whose thoughts are wholly perverted, to the sublimest height. It remains for me to trace the origin of the word “ with ;” to explain what force it has, and to shew that it is in harmony with Scripture.
[65] Τίνος οὖν ἕνεκεν, φασίν, ἰδίως προσηκούσης τῷ Πνεύματι τῆς ἐν συλλαβῆς, καὶ εἰς πᾶσαν ἡμῖν τὴν περὶ αὐτοῦ ἔννοιαν ἐξαρκούσης, τὴν καινὴν ταύτην ὑμεῖς συλλαβὴν ἐπεισηγάγετε, σὺν τῷ Πνεύματι λέγοντες, καὶ οὐκ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ, οὔτε ἄλλως ἀναγκαῖα, οὔτε νενομισμένα ταῖς Ἐκκλησίαις φθεγγόμενοι; Ὡς μὲν οὖν οὐχὶ ἀποκληρωτικῶς τῷ ἁγίῳ Πνεύματι ἡ ἐν συλλαβὴ διενήνοχεν, ἀλλὰ κοινὴ Πατρός ἐστι καὶ Υἱοῦ, ἐν τοῖς κατόπιν εἴρηται. Οἶμαι δὲ κἀκεῖνο ἀρκούντως εἰρῆσθαι ὅτι οὐ μόνον οὐκ ἀφαιρεῖται τι τῆς ἀξίας τοῦ Πνεύματος, ἀλλὰ καὶ πρὸς τὸ μέγιστον ὕψος τῶν μὴ πάντη ἐνδιαστρόφων τοὺς λογισμοὺς ἐπανάγει. Λειπόμενον δέ ἐστι περὶ τῆς σύν, ὁπόθεν ἤρξατο, καὶ τίνα δύναμιν ἔχει, καὶ ὅπως σύμφωνός ἐστι τῇ Γραφῇ, διηγήσασθαι.