[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. XCII.
[92] ΦΙΛΑΓΡΙΩΙ
Πῶς ἔχει σοι τὰ τοῦ σώματος; ἢ δηλονότι βραχὺς ὁ λόγος, ὅπως ἂν ἔχοι; Περὶ δὲ τῆς ψυχῆς οὐκ ἐρήσομαι πῶς. Οἶδα γὰρ ὅτι καὶ λίαν καλῶς: ἐπειδὴ γενναίως ἐμφιλοσοφεῖς τοῖς πάθεσιν τοῦ σώματος, ὥσπερ βάσανον ἀρετῆς ἀλλ' οὐχ ὕλης ἀνωμαλίαν τὸ πρᾶγμα δεξάμενος, ἵν' ᾖ σοι τὸ κακοπαθεῖν τῆς τῶν ἄλλων ὑγείας μακαριώτερον. Δίδως καὶ ταύτην ἱκανὴν τῆς φιλοσοφίας ἀπόδειξιν, τὸ τοιαῦτα καὶ περὶ τοιούτων ἐπιτάσσειν ἡμῖν: ἃ κἂν ἄλλοις θαρρῶμεν γράφειν, ἀλλὰ τό γε ὑπὸ σοὶ κριτῇ κινδυνεύειν οὐκ ἀσφαλές. Πειρασόμεθα δ' ὅμως μὴ ἀντιλέγειν κελεύοντι.