οὐκ ἐκοινώνει, διαφερόντως δ' ἐτετίμητο, καὶ τῆς ἐν τοῖς βασιλείοις μετά γε τὴν ἀδελφὴν μετεῖχε λαμπρότητος· ἐπεὶ δὲ οὐκ αὔταρκες ἡ συγγένεια οὐδὲ τὸ ἐκ τῶν αὐτῶν προελθεῖν ὠδίνων εἰς βασκανίας ἀποτροπὴν, βασκαίνει καὶ τῆς ἐλάττονος τιμῆς τῇ Θεοδώρᾳ ἡ βασι λεύουσα (τοῦτο γὰρ ἦν τῇ ἀδελφῇ ὄνομα), ἅμα δὲ καί τινων λογοποιῶν ἐπ' αὐτὴν διασχόντων τὸ στόμα, πείθει τὸν αὐτο κράτορα μεταστῆσαι τῶν βασιλείων τὴν Θεοδώραν, τάς τε τρίχας κεῖραι, καὶ φυλακὴν ταύτῃ ὥσπερ εὐπρεπεστάτην <τινὰ> τῶν σεμνοτέρων καὶ βασιλείων οἴκων ποιήσασθαι· γίνεται γοῦν εὐθὺς ταῦτα, καὶ φθόνος τὰς ἀδελφὰς διελὼν, τὴν μὲν ἐν μείζονι, τὴν δ' ἐν ἐλάττονι μὲν, σεμνοτέρῳ δ' ὅμως κατ έσχε προσχήματι. 5.35 Ἔστεργεν οὖν ἡ Θεοδώρα τὰ δόξαντα καὶ οὔτε τὴν μεταμφίασιν ἐδυσχέραινεν οὔτε τὸ πρὸς τὴν ἀδελφὴν ἀκοινώνητον. Ὁ μέντοι γε αὐτοκράτωρ οὐ παντάπασι ταύ την τῆς προτέρας ἀπῆγεν αἰδοῦς, ἀλλὰ καί τινος αὐτὴν βασιλικῆς μέτοχον ἐποιεῖτο χάριτος. Ἐπεὶ δὲ οὗτος μὲν ἐτεθνήκει, ὁ δὲ Μιχαὴλ τῶν σκήπτρων ἐπείληπτο, τῆς τε βασιλίδος, ὡς ὁ λόγος ἐγνώρισε, βραχύν τινα χρόνον ἀνα μείνας ἐπιλέληστο, καὶ τῆς ἀδελφῆς παντάπασι κατ ολιγωρεῖ· ἐπεὶ δὲ καὶ οὗτος τὸν εἱμαρμένον αἰῶνα πληρώσας ἀπῆλθεν, ὁ δὲ ἀνεψιὸς ἐλελόγχει τὸ κράτος, οὐδ' ἥτις ἐστὶν ἡ Θεοδώρα ἐγνώκει, οὐδ' εἰ βασιλείου ῥίζης ἐβλάστησεν, ἀλλὰ τό γε καθ' ἑαυτὸν οὐδ' εἰ ἐγεγόνει αὕτη, οὐδ' εἰ ἐνταῦθα παρεληλύθει. Ἡ δὲ καὶ οὕτως ἔχουσα, μᾶλλον δὲ οὕτως ἐχόντων αὐτῇ τῶν αὐτοκρατόρων, οὐδέν τι πρὸς τὰς ἐκείνων ἀντεκίνει γνώμας, οὐ τυραννουμένη μᾶλλον ἢ ἑκοῦσα. Ἡ μὲν οὖν προαφήγησις τῆς ὑποθέσεως αὕτη. 5.36τ Περὶ τῆς τοῦ ὄχλου ἀπαγωγῆς πρὸς τὴν αὐγούσταν Θεοδώραν. Ὁ τοίνυν δῆμος, ὥς μοι λέλεκται, κατὰ τοῦ τυραννεύσαντος στασιάσας καὶ δεδιὼς μή τε ἄλλως τὰ πράγματα ἕξουσι, καὶ ἡ τυραννικὴ αὐτοῦ κατισχύσει χεὶρ, καὶ οὐδέν τι πλέον τοῦ θορύβου γενήσεται, ἐπειδὴ τὴν πρώτην βασιλίδα ἑλεῖν οὐχ οἷός τε ἦν, τοῦ τυράννου ταύτην προκατασχόντος καὶ οἷον ἐλλιμενίσαντος, ἐπὶ τὴν ἀδελφὴν τρέπεται, ὡς δεύτερον αἷμα βασίλειον, οὐ ταραχωδῶς οὐδὲ συγκεχυμένως, ἀλλ' ἕνα τῶν πατρῴων αὐτῇ θεραπόντων ὥσπερ τινὰ στρατηγὸν τῆς ἑαυτοῦ προστήσας τάξεως, ἄνδρα τὸ μὲν γένος οὐχ Ἕλληνα, τὸ δὲ ἦθος τοῦ καλλίστου γένους, ἡρωϊκὸν δὲ τὸ εἶδος, καὶ τὸ σεβάσμιον ἐξ ἀρχαίας εὐτυχίας κεκτημένον, φάλαγξιν ὅλαις σὺν φαλαγγάρχῃ γενναίῳ ἐπὶ τὴν Θεοδώραν ἀπῄει. 5.37 Ἡ δὲ τῷ ἀπροσδοκήτῳ καταπλαγεῖσα, τήν τε πρώτην πεῖραν ἀνένδοτος διαμεμενήκει, καὶ ἐν τοῖς ἀδύ τοις ἑαυτὴν κατασχοῦσα ἀνήκοος πρὸς πᾶσαν διαμεμενήκει φωνήν· ἀλλὰ τὸ πολιτικὸν στράτευμα, ἀπογνόντες πρὸς τὴν πειθὼ, τὴν βίαν ἐπῆξεν αὐτῇ, καί τινες σπασάμενοι ἐγχει ρίδια ὡς ἀναιρήσοντες ταύτην ὥρμησαν, εἶτα δὴ καὶ τολμή σαντες ἀποσπῶσι μὲν τοῦ ἀδύτου, ἐξάγουσι δὲ εἰς τὸ ὕπαι θρον, καί τινα τῶν λαμπροτέρων στολῶν ἐπενδύσαντες ἐφ' ἵππου τε καθίζουσι καὶ πρὸς τὸν μέγαν ναὸν τῆς τοῦ Θεοῦ Σοφίας κύκλωσε συγκινούμενοι ἄγουσιν. Ἐντεῦθεν οὐχ ἡ τοῦ δήμου μόνη μερὶς, ἀλλὰ καὶ ἡ ἔκκριτος ξύμπασα συν επινενεύκει τῇ Θεοδώρᾳ, καὶ πάντες τοῦ τυράννου πάντη κατολιγωρήσαντες βασιλίδα τὴν Θεοδώραν εὐφήμῳ στόματι κατωνόμασαν. 5.38τ Περὶ τῆς τοῦ βασιλέως καὶ τοῦ θείου αὐτοῦ ἀποφυγῆς, καὶ περὶ τῆς αὐτῶν ἐκτυφλώσεως. Ὡς δὲ τοῦτο ἐγνώκει ὁ τύραννος, δείσας μὴ ἀθρόον ἐπεληλυθότες αὐτοῦ που ἐν τοῖς ἀνακτόροις δια χειρίσονται, εἰς ναῦν τινα τῶν βασιλικῶν ἑαυτὸν ἐμβιβάσας καὶ τὸν θεῖον παραλαβὼν πρὸς τὴν ἱερὰν τῶν ∆ίου καταίρει μονὴν, τό τε σχῆμα μεταβαλὼν, ἱκέτου σχῆμα μεταλαμβάνει καὶ πρόσφυγος. Ὡς δὲ δῆλον ἐγεγόνει τοῦτο τῇ