[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. XCV.
[95] ΛΕΟΝΤΙΩΙ
Ὢ τῆς δεξιᾶς νόσου καὶ τῆς τῶν ἐχθρῶν ἐπηρείας, δι' ἣν ἡμεῖς ἐλεύθεροι γεγόναμεν ἔξω τοῦ Σοδομιτικοῦ πυρὸς καὶ τῆς ἐπισκοπικῆς ἐκλύσεως. Ὑμῖν δὲ πῶς ἔχει τὰ πρὸς τὸν Θεόν; Ταῦτα ἐχέτω καλῶς, τἄλλα δέ, ὅπως ἂν ἔχῃ, χαίρειν ἐάσωμεν. Μικρὸν ἔτι καὶ ὄψομαι τοὺς ἐμοὺς ὑβριστάς, ἡνίκα ἂν πυρὶ κρίνηται τὰ ἡμέτερα. Προσαγορεύομεν ὑμᾶς καὶ δι' ὑμῶν τοὺς κοινοὺς φίλους. Μέμνησθέ μου τῶν λιθασμῶν.