[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. XCVI.
[96] ΥΠΑΤΙΩΙ
Πολὺν ἐζημιώμεθα χρόνον, οὐκ ἐχούσης τὸν πρῶτον ἐν ἀνδράσι τῆς πρώτης ἐν πόλεσιν. Ἔδει γάρ, οἶμαι, χεθῆναι τὸ ἀγαθὸν καὶ κοινὸν γενέσθαι τὸ πάντων ὄφελος, ὡς ἂν σπείραις τὴν εὐνομίαν ἐξ ὕψους, καθάπερ τὰ σπέρματα οἱ τὰς τροφὰς ἡμερώσαντες, ὡς γοῦν τοῖς μύθοις δοκεῖ καὶ τοῖς πλάσμασιν. Ἐμοὶ δὲ καὶ πλέον ἀλγεῖν περίεστιν, ὅτι τοσοῦτον ἀπολαύσας μόνον, ὅσα καὶ ἀστραπῆς ὀλίγα τὴν ὄψιν περιλαμπούσης, ἔπειτα ἡττήθην τοῦ φθόνου καὶ εἰς ἐμαυτὸν συνεστάλην, ἄλλοις τοῦ κράτους τῆς Ἐκκλησίας παραχωρήσας καὶ τῆς εὐπρεπεστέρας σκηνῆς (ἵν' οὕτως εἴπω διὰ τοὺς παίζοντας εὐκόλως τὰ μὴ παιδιᾶς ἄξια). Σὺ δέ, ὦ πάντων ἄριστε, τὴν αὐτὴν σῷζε πρὸς ἡμᾶς διάθεσιν, ἥτις κατὰ τὴν μαγνῆτιν πρὸς ἑαυτὴν ἕλκει τὰ σιδήρια.