[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. XCVII.
[97] ΗΡΑΚΛΕΙΑΝΩΙ
Ἀεὶ σὺ παρ' ἡμῖν ὁ καλὸς Ἡρακλειανὸς καὶ λέγων τι παιδεύσεως καὶ ἀκούων: καὶ Κωνσταντινούπολις μεθ' ἡμῶν ἡ καλὴ δι' ὑμᾶς, εἰ καὶ πρόσκαιρος, οὕτω τοῦ φθόνου θελήσαντος. Εἰ δὲ καὶ παρὰ σοὶ Γρηγόριος, ἄμεινον ἂν ἀμφοτέροις ἔχοι. Δηλώσεις δὲ τοῦτο δι' ἐπιστολῶν ἃς ἐπιστελεῖς, ὃ μόνον ἐνδέχεται.