[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. XCVIII.
[98] ΠΡΟΣ ΤΟΥΣ ΠΟΛΙΤΕΥΟΜΕΝΟΥΣ
Ὑμεῖς μοι δοκεῖτε μηδ' ἂν τῆς Διογένους πήρας, εἰ καθ' ὑμᾶς, ἀποσχέσθαι τοῦ Σινοπέως, ἀλλὰ κἀκείνῳ ἂν τὰς χεῖρας ἐπιβαλεῖν, τέχνην ἐπικαλοῦντες αὐτῷ τὸν τρίβωνα καὶ τὴν βακτηρίαν καὶ αὐτὸ τὸ κεκτῆσθαι μηδὲν ἐκ φιλοσοφίας, ἄλλοτε δὲ ἄλλῃ θύρᾳ προσφοιτᾶν εἰκῇ διαζῶντα καὶ ὅθεν ἔτυχεν, ὁπότε καὶ τῷ ἀδελφῷ Θεοτέκνῳ ζημίαν ἐπιβαλεῖν ἐπιχειρεῖτε τὴν ἐκ τῶν τεχνῶν. Τί πρῶτον ἢ τί μέγιστον εἴπω τῶν ὑπὲρ αὐτοῦ δικαίων; ὡς διάκονός ἐστιν, ἢ ὡς ἄπορος, ἢ ὡς ξένος καὶ ἄλλοις μᾶλλον ἡμῶν προσήκων, ἢ ὅτι τὸν βίον αἰδέσιμος καὶ τῶν μαρτύρων ἱερεὺς καὶ πάροικος; Ἴστε δὲ ὅτι καὶ ξενοτροφεῖ παρὰ δύναμιν. Καὶ τοῦτο ἴσως ἀδικεῖ μόνον ὅτι μόνος τῶν αὐτόθι βιάζεται εἶναι χρηστούς. Τούτων ὅ τι μὲν μέγιστόν ἐστιν αὐτοὶ κρίνατε: τῷ δὲ ἀνθρώπῳ διὰ πάντα συγχωρήσατε, μὴ δόξητε μικρὰ τὸ κοινὸν ὠφελοῦντες μεγάλα ζημιοῦσθαι αὐτοί, γυμνόν, ὃ δὴ λέγεται, μὴ ἀμφιεννύντες, ἀλλ' ἀποδύοντες.