[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. XCIX.
[99] ΣΑΚΕΡΔΩΤΙ
Πυνθάνομαί σε ἀναχωρητικῶς ἔχειν, καὶ εἴθε γένοιο ἡμῖν Ἰωάννης ὁ Βαπτιστὴς ἢ καὶ Ἠλίας ὁ τοῦ Καρμήλου, καὶ τοῦτο μόνον ἀδικήσαιεν ἡμᾶς οἱ μισοῦντες, τὸ πρὸς Θεὸν συναγαγεῖν καὶ δοῦναι γνησίως τοῖς ἄνω, πραγμάτων καὶ θορύβων ἀπαλλαγέντας, ἵν' ἄκοντες γοῦν εὖ ποιῶσιν ἡμᾶς ἐπειδὴ μὴ ἑκόντες δύνανται.